<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="529">δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς</l><l n="530">αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.</l><l n="531">Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς</l><l n="532">ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,</l><l n="533">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης</l><l n="534">αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας</l><l n="535">ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους</l><l n="536">ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο</l><l n="537">ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·</l><l n="538">οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα</l><l n="539">τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.</l><l n="540"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.</l><l n="541">ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας</l><l n="542">λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·</l><l n="543">ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη</l><l n="544">καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.</l><l n="545">Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας</l><l n="546">οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,</l><l n="547">ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·</l><l n="548">τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="549">κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.</l><l n="550">Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων</l><l n="551">παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος</l><l n="552">οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο</l><l n="553">εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ</l><l n="554">Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων</l><l n="555">Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.</l><l n="556">οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς</l><l n="557">στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ</l><l n="558">σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν</l><l n="559">ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.</l><milestone ed="p" n="560" unit="card"/><l n="560"><milestone ed="P" unit="para"/>ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον</l><l n="561">Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ</l><l n="562">ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν</l></div></div></body></text></TEI>