Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος, ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες· οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός. οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει. ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί· ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής. Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν, ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει· τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας. Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν. οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι. ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας. καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης· ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων· Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν. ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν· ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν, ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε. Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν. ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε· τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν. Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον· βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε. τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ. Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός. ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ, ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός. Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος. καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ, αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν. Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος, Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι· ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην. Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο. ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε