<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="504">αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης</l><l n="505">ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.</l><l n="506">Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,</l><l n="507">ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς</l><l n="508">ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="509">Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος</l><l n="510">ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ</l><l n="511">ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.</l><l n="512">οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,</l><l n="513">οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.</l><l n="514">τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,</l><l n="515">τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.</l><l n="516">τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ</l><l n="517">Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.</l><l n="518">ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ</l><l n="519">υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος</l><l n="520">ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="521">οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης</l><l n="522">υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="523">ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν</l><l n="524">ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι</l><l n="525">ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.</l><milestone ed="p" n="526" unit="card"/><l n="526"><milestone ed="P" unit="para"/>οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·</l><l n="527">Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν</l><l n="528">ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="529">δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς</l><l n="530">αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.</l><l n="531">Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς</l><l n="532">ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,</l><l n="533">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης</l><l n="534">αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας</l></div></div></body></text></TEI>