<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="497">μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς</l><l n="498">σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον</l><l n="499">ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων</l><l n="500">Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ</l><l n="501">ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.</l><l n="502">Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·</l><l n="503">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,</l><l n="504">αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης</l><l n="505">ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.</l><l n="506">Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,</l><l n="507">ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς</l><l n="508">ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="509">Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος</l><l n="510">ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ</l><l n="511">ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.</l><l n="512">οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,</l><l n="513">οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.</l><l n="514">τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,</l><l n="515">τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.</l><l n="516">τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ</l><l n="517">Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.</l><l n="518">ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ</l><l n="519">υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος</l><l n="520">ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="521">οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης</l><l n="522">υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="523">ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν</l><l n="524">ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι</l><l n="525">ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.</l><milestone ed="p" n="526" unit="card"/><l n="526"><milestone ed="P" unit="para"/>οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·</l><l n="527">Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν</l><l n="528">ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="529">δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς</l><l n="530">αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.</l><l n="531">Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς</l><l n="532">ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,</l><l n="533">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης</l><l n="534">αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας</l><l n="535">ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους</l><l n="536">ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο</l><l n="537">ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·</l><l n="538">οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα</l><l n="539">τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.</l><l n="540"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.</l><l n="541">ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας</l><l n="542">λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·</l><l n="543">ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη</l><l n="544">καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.</l><l n="545">Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας</l><l n="546">οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,</l><l n="547">ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·</l><l n="548">τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="549">κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.</l><l n="550">Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων</l><l n="551">παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος</l><l n="552">οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο</l><l n="553">εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ</l><l n="554">Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων</l><l n="555">Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.</l><l n="556">οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς</l><l n="557">στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ</l><l n="558">σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν</l><l n="559">ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.</l><milestone ed="p" n="560" unit="card"/><l n="560"><milestone ed="P" unit="para"/>ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον</l><l n="561">Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ</l><l n="562">ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν</l><l n="563">κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.</l><l n="564">καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος</l><l n="565">ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης·</l><l n="566">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων·</l><l n="567">Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ</l><l n="568">αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα</l><l n="569">γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.</l><l n="570">ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ</l><l n="571">ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες</l><l n="572">ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·</l><l n="573">ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,</l><l n="574">ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν</l><l n="575">ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="576"><milestone ed="P" unit="para"/>Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην</l><l n="577">Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.</l><l n="578">ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν</l><l n="579">μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·</l><l n="580">τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.</l><l n="581"><milestone ed="P" unit="para"/>Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·</l><l n="582">βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι</l><l n="583">ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.</l><l n="584">τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι</l><l n="585">ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.</l><l n="586">Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ</l><l n="587">θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.</l><l n="588">ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν</l><l n="589">θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι</l><l n="590">πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,</l></div></div></body></text></TEI>