<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="473">χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·</l><l n="474">ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας</l><l n="475">θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·</l><l n="476">ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,</l><l n="477">Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους</l><l n="478">Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε</l><l n="479">Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·</l><l n="480">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="481">δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς</l><l n="482">Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,</l><l n="483">ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·</l><l n="484">καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.</l><l n="485">εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ</l><l n="486">αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.</l><milestone ed="p" n="487" unit="card"/></q><l n="487"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες</l><l n="488">πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.</l><l n="489">Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι</l><l n="490">Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,</l><l n="491">οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα</l><l n="492">λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα</l><l n="493">πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·</l><l n="494">ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει</l><l n="495">ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.</l><l n="496"><milestone ed="P" unit="para"/>οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν</l><l n="497">μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς</l><l n="498">σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον</l><l n="499">ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων</l><l n="500">Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ</l><l n="501">ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.</l><l n="502">Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·</l><l n="503">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,</l></div></div></body></text></TEI>