<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="469">βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.</l><l n="298">οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,</l><l n="299">τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς</l><l n="300">ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·</l><l n="301">τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,</l><l n="302">ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε</l><l n="303">ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·</l><l n="304">τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν</l><l n="305">ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.</l><l n="306">τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·</l><q><l n="307">Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;</l><l n="308">ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,</l><l n="309">ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω</l><l n="310">δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.</l></q><l n="311"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="312">νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι</l><l n="313">Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν</l><l n="314">τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·</l><l n="315">οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο</l><l n="316">Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.</l><l n="317">αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι</l><l n="318">κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους</l><l n="319">νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων</l><l n="320">ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.</l><l n="321">ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,</l><l n="322">ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν</l><l n="323">χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.</l><l n="324">οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν</l><l n="325">ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.</l><l n="326">νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα</l><l n="327">εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.</l><milestone ed="p" n="328" unit="card"/></q><l n="328"><milestone ed="P" unit="para"/>ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="329">ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,</l><l n="330"><milestone ed="P" unit="para"/>οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν</l><l n="331">αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,</l><l n="332">κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·</l><l n="333">τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.</l><l n="334">ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι</l><l n="335">ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,</l><l n="336">οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,</l><l n="337">ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ</l><l n="338">ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.</l><l n="339">ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι</l><l n="340">μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν</l><l n="341">αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων</l><l n="342">θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν</l><l n="343">ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη</l><l n="344">ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.</l><l n="345"><milestone ed="P" unit="para"/>τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ</l><l n="346">ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.</l><l n="347">Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην</l><l n="348">κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν</l><l n="349">ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,</l><l n="350">ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.</l><l n="351">Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν</l><l n="352">λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα</l><l n="353">Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.</l><l n="354">ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,</l><l n="355">ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.</l><l n="356">τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,</l><l n="357">λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.</l><l n="358">τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο</l><l n="359">πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν</l><l n="360">ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.</l><milestone ed="p" n="361" unit="card"/><l n="361"><milestone ed="P" unit="para"/>ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας</l><l n="362">Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.</l><l n="363">πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,</l><l n="364">ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,</l><l n="365">ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην</l><l n="366">Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,</l><l n="367">ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.</l><l n="368">τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε</l><l n="369">δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.</l><l n="370">Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,</l><l n="371">καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ</l><l n="372">χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.</l><l n="373">δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·</l><q><l n="374">Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων</l><l n="375">εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης</l><l n="376">Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.</l><l n="377">καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,</l><l n="378">δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην</l><l n="379">Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν</l><l n="380">Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.</l><l n="381">ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν</l><l n="382">ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.</l></q><l n="383"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην</l><l n="384">ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ</l><l n="385">πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων</l><l n="386">αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ</l><l n="387">Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ</l><l n="388">λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.</l><l n="389">ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς</l><l n="390">ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες</l><l n="391">ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·</l><l n="392">ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς</l><l n="393">βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.</l><l n="394">ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,</l><l n="395">οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας</l><l n="396">ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης</l><l n="397">δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ</l><l n="398">χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.</l><l n="399">αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,</l><l n="400">ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς</l><l n="401">ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><milestone ed="p" n="402" unit="card"/><l n="402"><milestone ed="P" unit="para"/>Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος</l><l n="403">Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="404">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος</l><l n="405">Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,</l><l n="406">τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ</l><l n="407">δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·</l><l n="408">τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,</l><l n="409">καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν</l><l n="410">ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,</l><l n="411">ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν</l><l n="412">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.</l><l n="413">Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="414">οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι</l><l n="415">εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο</l><l n="416">γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.</l></q><l n="417"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,</l><l n="418">Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·</l><l n="419">ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,</l><l n="420">ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.</l><l n="421">τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι</l><l n="422">Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,</l><l n="423">νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.</l><milestone ed="p" n="424" unit="card"/><l n="424"><milestone ed="P" unit="para"/>Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ</l><l n="425">ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι</l><l n="426">ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.</l><l n="427">ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν</l><l n="428">ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο,</l><l n="429">πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν</l><l n="430">τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ</l><l n="431">ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο</l><l n="432">κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν</l><l n="433">γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·</l><l n="434">τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε</l><l n="435">θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·</l><l n="436">οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι,</l><l n="437">ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον</l><l n="438">ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ</l><l n="439">ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα</l><l n="440">χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·</l><l n="441">δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.</l><l n="442">δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει,</l><l n="443">ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν</l><l n="444">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης·</l><l n="445">Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας</l><q><l n="446">Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι</l><l n="447">τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.</l><l n="448">δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο,</l><l n="449">ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω,</l><l n="450">ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·</l><l n="451">Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα,</l><l n="452">Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα</l><l n="453">Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν</l><l n="454">σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.</l><milestone ed="p" n="455" unit="card"/></q><l n="455"><milestone ed="P" unit="para"/>ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν</l><l n="456">ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων</l><l n="457">ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.</l><l n="458">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι</l><l n="459">βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου</l><l n="460">ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ</l><l n="461">οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν.</l><l n="462">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="463">Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ</l><l n="464">γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.</l><l n="465">ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε</l><l n="466">γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·</l><l n="467">τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.</l></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,</l><l n="469">βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.</l><l n="470">ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,</l><l n="471">ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,</l><l n="472">ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν</l><l n="473">χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·</l><l n="474">ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας</l><l n="475">θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·</l><l n="476">ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,</l><l n="477">Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους</l><l n="478">Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε</l><l n="479">Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·</l><l n="480">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="481">δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς</l><l n="482">Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,</l><l n="483">ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·</l><l n="484">καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.</l><l n="485">εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ</l><l n="486">αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.</l><milestone ed="p" n="487" unit="card"/></q><l n="487"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες</l><l n="488">πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.</l><l n="489">Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι</l><l n="490">Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,</l><l n="491">οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα</l><l n="492">λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα</l><l n="493">πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·</l><l n="494">ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει</l><l n="495">ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.</l><l n="496"><milestone ed="P" unit="para"/>οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν</l><l n="497">μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς</l><l n="498">σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον</l><l n="499">ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων</l><l n="500">Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ</l><l n="501">ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.</l><l n="502">Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·</l><l n="503">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,</l><l n="504">αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης</l><l n="505">ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.</l><l n="506">Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,</l><l n="507">ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς</l><l n="508">ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="509">Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος</l><l n="510">ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ</l><l n="511">ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.</l><l n="512">οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,</l><l n="513">οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.</l><l n="514">τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,</l><l n="515">τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.</l><l n="516">τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ</l><l n="517">Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.</l><l n="518">ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ</l><l n="519">υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος</l><l n="520">ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="521">οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης</l><l n="522">υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="523">ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν</l><l n="524">ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι</l><l n="525">ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.</l><milestone ed="p" n="526" unit="card"/><l n="526"><milestone ed="P" unit="para"/>οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·</l><l n="527">Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν</l><l n="528">ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="529">δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς</l><l n="530">αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.</l><l n="531">Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς</l><l n="532">ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,</l><l n="533">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης</l><l n="534">αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας</l><l n="535">ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους</l><l n="536">ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο</l><l n="537">ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·</l><l n="538">οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα</l><l n="539">τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.</l><l n="540"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.</l><l n="541">ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας</l><l n="542">λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·</l><l n="543">ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη</l><l n="544">καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.</l><l n="545">Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας</l><l n="546">οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,</l><l n="547">ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·</l><l n="548">τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="549">κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.</l><l n="550">Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων</l><l n="551">παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος</l><l n="552">οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο</l><l n="553">εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ</l><l n="554">Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων</l><l n="555">Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.</l><l n="556">οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς</l><l n="557">στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ</l><l n="558">σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν</l><l n="559">ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.</l><milestone ed="p" n="560" unit="card"/><l n="560"><milestone ed="P" unit="para"/>ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον</l><l n="561">Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ</l><l n="562">ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν</l><l n="563">κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.</l><l n="564">καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος</l><l n="565">ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης·</l><l n="566">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων·</l><l n="567">Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ</l><l n="568">αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα</l><l n="569">γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.</l><l n="570">ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ</l><l n="571">ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες</l><l n="572">ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·</l><l n="573">ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,</l><l n="574">ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν</l><l n="575">ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="576"><milestone ed="P" unit="para"/>Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην</l><l n="577">Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.</l><l n="578">ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν</l><l n="579">μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·</l><l n="580">τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.</l><l n="581"><milestone ed="P" unit="para"/>Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·</l><l n="582">βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι</l><l n="583">ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.</l><l n="584">τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι</l><l n="585">ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.</l><l n="586">Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ</l><l n="587">θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.</l><l n="588">ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν</l><l n="589">θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι</l><l n="590">πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,</l><l n="591">ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο</l><l n="592">πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.</l><l n="593">Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος</l><l n="594">τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ</l><l n="595">ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.</l><l n="596">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων</l><l n="597">χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος.</l><l n="598">καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,</l><l n="599">αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ</l><l n="600">σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.</l><milestone ed="p" n="601" unit="card"/><l n="601"><milestone ed="P" unit="para"/>Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο</l><l n="602">ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ</l><l n="603">σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.</l><l n="604">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="605">Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,</l><l n="606">Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο</l><l n="607">οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·</l><l n="608">ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ</l><l n="609">ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.</l><l n="610">Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον</l><l n="611">ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν</l><l n="612">ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ</l><l n="613">μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.</l><l n="614">ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης</l><l n="615">ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον</l><l n="616">ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε</l><l n="617">πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,</l><l n="618">ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων</l><l n="619">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="620">λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων</l><l n="621">Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,</l><l n="622">ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς</l><l n="623">ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ</l><l n="624">Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν</l><l n="625">ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν·</l><l n="626">οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ</l><l n="627">μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ·</l><l n="628">νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι</l><l n="629">πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς.</l><l n="630">ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.</l><l n="631">Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων</l><l n="632">ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται·</l><l n="633">οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι</l><l n="634">Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται</l><l n="635">φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.</l><l n="636">πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος</l><l n="637">μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,</l><l n="638">τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι</l><l n="639">ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.</l><milestone ed="p" n="640" unit="card"/></q><l n="640"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα</l><l n="641">συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,</l><l n="642">αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.</l><l n="643"><milestone ed="P" unit="para"/>ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος</l><l n="644">Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων</l><l n="645">ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·</l><l n="646">ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ</l><l n="647">ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι</l><l n="648">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων</l><l n="649">πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.</l><l n="650">Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,</l><l n="651">καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς</l><l n="652">ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.</l><l n="653">ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων</l><l n="654">θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ</l><l n="655">κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.</l><l n="656">τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,</l><l n="657">ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν</l><l n="658">ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,</l><l n="659">ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.</l><l n="660"><milestone ed="P" unit="para"/>τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·</l><l n="661">ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·</l><l n="662">τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.</l><l n="663">ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς</l><l n="664">ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,</l><l n="665">ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·</l><l n="666">πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος</l><q><l n="667">νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,</l><l n="668">ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·</l><l n="669">τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν</l><l n="670">νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.</l><l n="671">τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς</l><l n="672">ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.</l><milestone ed="p" n="673" unit="card"/></q><l n="673"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·</l><l n="674">Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη</l><l n="675">ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο</l><l n="676">λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν</l><l n="677">ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος</l><l n="678">ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·</l><l n="679">ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο</l><l n="680">ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,</l><l n="681">ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου</l><l n="682">θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε</l><l n="683">τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα</l><l n="684">ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.</l><l n="685"><milestone ed="P" unit="para"/>ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες</l><l n="686">Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ</l><l n="687">σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο</l><l n="688">ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον</l><l n="689">οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν</l><l n="690">ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο</l><l n="691">Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν</l><l n="692">Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,</l><l n="693">πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.</l><l n="694">ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο</l><l n="695">ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν</l><l n="696">ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς</l><l n="697">γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·</l><l n="698">αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.</l><l n="699">οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες</l><l n="700">ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·</l><l n="701">Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς</l><l n="702">ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,</l><l n="703">ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον</l><l n="704">ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι</l><l n="705">πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·</l><l n="706">τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει</l><l n="707">ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·</l><l n="708">ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.</l><l n="709">ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ</l><l n="710">λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο</l><l n="711">ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.</l><l n="712">οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·</l><l n="713">οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·</l><l n="714">οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,</l><l n="715">οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,</l><l n="716">ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ</l><l n="717">Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα</l><l n="718">ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·</l><l n="719">δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι</l><l n="720">μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,</l><l n="721">οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης</l><l n="722">Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.</l><milestone ed="p" n="723" unit="card"/><l n="723"><milestone ed="P" unit="para"/>ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων</l><l n="724">Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,</l><l n="725">εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·</l><q><l n="726">Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.</l><l n="727">οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα</l><l n="728">τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·</l><l n="729">ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.</l><l n="730">ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,</l><l n="731">ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,</l><l n="732">ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς</l><l n="733">ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,</l><l n="734">καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.</l><l n="735">αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·</l><l n="736">πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·</l><l n="737">Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν</l><l n="738">οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται</l><l n="739">παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.</l><l n="740">ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·</l><l n="741">ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν</l><l n="742">ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν</l><l n="743">αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα</l><l n="744">πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε</l><l n="745">δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ</l><l n="746">χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο</l><l n="747">μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.</l></q><l n="748"><milestone ed="P" unit="para"/>ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,</l><l n="749">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε</l><l n="750">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="751">Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,</l><l n="752">αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·</l><l n="753">αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.</l></q><milestone ed="p" n="754" unit="card"/><l n="754"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς</l><l n="755">κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.</l><l n="756">οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα</l><l n="757">πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.</l><l n="758">αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος</l><l n="759">Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν</l><l n="760">φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.</l><l n="761">τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·</l><l n="762">ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν</l><l n="763">χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,</l><l n="764">οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.</l><l n="765">τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης</l><l n="766">δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο</l><l n="767">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,</l><l n="768">ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·</l><q><l n="769">Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ</l><l n="770">ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος</l><l n="771">Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;</l><l n="772">ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης</l><l n="773">Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.</l></q><l n="774"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="775">Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,</l><l n="776">ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο</l><l n="777">μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·</l><l n="778">ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,</l><l n="779">ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι</l><l n="780">νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.</l><l n="781">οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος</l><l n="782">οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν</l><l n="783">ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.</l><l n="784">νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·</l><l n="785">ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι</l><l n="786">ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.</l><l n="787">πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.</l><milestone ed="p" n="788" unit="card"/></q><l n="788"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·</l><l n="789">βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν</l><l n="790">ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα</l><l n="791">Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην</l><l n="792">Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος,</l><l n="793">οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ</l><l n="794">ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.</l><l n="795">οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,</l><l n="796">ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,</l><l n="797">θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ</l><l n="798">κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης</l><l n="799">κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·</l><l n="800">ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι,</l><l n="801">χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.</l><l n="802">Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ</l><l n="803">Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="804">ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός·</l><l n="805">ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.</l><l n="806">πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,</l><l n="807">εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·</l><l n="808">ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="809">Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·</l><q><l n="810">δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως</l><l n="811">Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,</l><l n="812">ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.</l><l n="813">ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν</l><l n="814">νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.</l><l n="815">ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ</l><l n="816">χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.</l><l n="817">σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων</l><l n="818">ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι</l><l n="819">θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,</l><l n="820">οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.</l><milestone ed="p" n="821" unit="card"/></q><l n="821"><milestone ed="P" unit="para"/>ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις</l><l n="822">αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν</l><l n="823">θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·</l><q><l n="824">Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·</l><l n="825">εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο</l><l n="826">εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,</l><l n="827">τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,</l><l n="828">ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι</l><l n="829">πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς</l><l n="830">μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα</l><l n="831">δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς</l><l n="832">δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="833"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="834">ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.</l><l n="835">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο</l><l n="836">ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.</l><l n="837">ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.</l></div><div type="textpart" subtype="Book" n="14"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,</l><l n="2">ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="3">φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·</l><l n="4">μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.</l><l n="5">ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον</l><l n="6">εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη</l><l n="7">θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·</l><l n="8">αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.</l></q><l n="9"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο</l><l n="10">κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο</l><l n="11">χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο.</l><l n="12">εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="13">στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς</l><l n="14">τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε</l><l n="15">Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.</l><l n="16">ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ</l><l n="17">ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα</l><l n="18">αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,</l><l n="19">πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,</l><l n="20">ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν</l><l n="21">διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,</l><l n="22">ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.</l><l n="23">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι</l><l n="24">βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον</l><l n="25">μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς</l><l n="26">νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.</l><milestone ed="p" n="27" unit="card"/><l n="27"><milestone ed="P" unit="para"/>Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες</l><l n="28">πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ</l><l n="29">Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.</l><l n="30">πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες</l><l n="31">θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ</l><l n="32">εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.</l><l n="33">οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας</l><l n="34">αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·</l><l n="35">τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης</l><l n="36">ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.</l><l n="37">τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο</l><l n="38">ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι</l><l n="39">θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς</l><l n="40">Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="41">τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="42">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="43">τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;</l><l n="44">δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,</l><l n="45">ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων</l><l n="46">μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι</l><l n="47">πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.</l><l n="48">κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.</l><l n="49">ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="50">ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς</l><l n="51">οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.</l></q><l n="52"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="53">ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως</l><l n="54">Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.</l><l n="55">τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν</l><l n="56">ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·</l><l n="57">οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι</l><l n="58">νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων</l><l n="59">ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,</l><l n="60">ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.</l><l n="61">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα</l><l n="62">εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω</l><l n="63">δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.</l></q><milestone ed="p" n="64" unit="card"/><l n="64"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="65">Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,</l><l n="66">τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,</l><l n="67">ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ</l><l n="68">ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·</l><l n="69">οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι</l><l n="70">νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.</l><l n="71">ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,</l><l n="72">οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι</l><l n="73">κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.</l><l n="74">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.</l><l n="75">νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης</l><l n="76">ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,</l><l n="77">ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ</l><l n="78">νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο</l><l n="79">Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.</l><l n="80">οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα.</l><l n="81">βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.</l></q><l n="82"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="83">Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·</l><l n="84">οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου</l><l n="85">σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς</l><l n="86">ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν</l><l n="87">ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.</l><l n="88">οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν</l><l n="89">καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;</l><l n="90">σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ</l><l n="91">μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο</l><l n="92">ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν</l><l n="93">σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ</l><l n="94">τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·</l><l n="95">νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·</l><l n="96">ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς</l><l n="97">νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον</l><l n="98">Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,</l><l n="99">ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ</l><l n="100">σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων,</l><l n="101">ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.</l><l n="102">ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.</l><milestone ed="p" n="103" unit="card"/></q><l n="103"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="104">ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ</l><l n="105">ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα</l><l n="106">νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.</l><l n="107">νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι</l><l n="108">ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.</l></q><l n="109"><milestone ed="P" unit="para"/>τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="110">ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε</l><l n="111">πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος</l><l n="112">οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·</l><l n="113">πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι</l><l n="114">Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.</l><l n="115">πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,</l><l n="116">οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι</l><l n="117">Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς</l><l n="118">πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.</l><l n="119">ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη</l><l n="120">πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.</l><l n="121">Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα</l><l n="122">ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι</l><l n="123">πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,</l><l n="124">πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς</l><l n="125">ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.</l><l n="126">τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες</l><l n="127">μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.</l><l n="128">δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.</l><l n="129">ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος</l><l n="130">ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται·</l><l n="131">ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ</l><l n="132">θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.</l></q><l n="133"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·</l><l n="134">βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.</l><l n="135"><milestone ed="P" unit="para"/>οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,</l><l n="136">ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,</l><l n="137">δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο,</l><l n="138">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="139">Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ</l><l n="140">γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν</l><l n="141">δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.</l><l n="142">ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·</l><l n="143">σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,</l><l n="144">ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="145">εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς</l><l n="146">φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l></q><l n="147"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.</l><l n="148">ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι</l><l n="149">ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,</l><l n="150">τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων</l><l n="151">ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ</l><l n="152">καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.</l><milestone ed="p" n="154" unit="card"/><l n="153"><milestone ed="P" unit="para"/>Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι</l><l n="154">στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω</l><l n="155">τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν</l><l n="156">αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·</l><l n="157">Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης</l><l n="158">ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.</l><l n="159">μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη</l><l n="160">ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·</l><l n="161">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ</l><l n="162">ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,</l><l n="163">εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι</l><l n="164">ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε</l><l n="165">χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.</l><l n="166">βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν</l><l n="167">Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε</l><l n="168">κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·</l><l n="169">ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.</l><l n="170">ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος</l><l n="171">λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ</l><l n="172">ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·</l><l n="173">τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ</l><l n="174">ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.</l><l n="175">τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας</l><l n="176">πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς</l><l n="177">καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.</l><l n="178">ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη</l><l n="179">ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά·</l><l n="180">χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.</l><l n="181">ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,</l><l n="182">ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι</l><l n="183">τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.</l><l n="184">κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων</l><l n="185">καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς·</l><l n="186">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.</l><l n="187">αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον</l><l n="188">βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δʼ Ἀφροδίτην</l><l n="189">τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·</l><q><l n="190">ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,</l><l n="191">ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,</l><l n="192">οὕνεκʼ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;</l><milestone ed="p" n="193" unit="card"/></q><l n="193"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·</l><q><l n="194">Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο</l><l n="195">αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,</l><l n="196">εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.</l></q><l n="197"><milestone ed="P" unit="para"/>τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="198">δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας</l><l n="199">δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.</l><l n="200">εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,</l><l n="201">Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,</l><l n="202">οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον</l><l n="203">δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς</l><l n="204">γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·</l><l n="205">τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·</l><l n="206">ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται</l><l n="207">εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.</l><l n="208">εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ</l><l n="209">εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,</l><l n="210">αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.</l></q><l n="211"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·</l><q><l n="212">οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·</l><l n="213">Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.</l></q><l n="214"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα</l><l n="215">ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·</l><l n="216">ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς</l><l n="217">πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.</l><l n="218">τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="219">τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ</l><l n="220">ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι</l><l n="221">ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.</l></q><l n="222"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="223">μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.</l><l n="224"><milestone ed="P" unit="para"/>ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,</l><l n="225">Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,</l><l n="226">Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν</l><l n="227">σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα</l><l n="228">ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·</l><l n="229">ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,</l><l n="230">Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.</l><l n="231">ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,</l><l n="232">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="233">Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων,</l><l n="234">ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν</l><l n="235">πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.</l><l n="236">κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ</l><l n="237">αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.</l><l n="238">δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ</l><l n="239">χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις</l><l n="240">τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,</l><l n="241">τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.</l></q><milestone ed="p" n="242" unit="card"/><l n="242"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·</l><q><l n="243">Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο</l><l n="244">ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων</l><l n="245">ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα</l><l n="246">Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·</l><l n="247">Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην</l><l n="248">οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.</l><l n="249">ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ</l><l n="250">ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς</l><l n="251">ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.</l><l n="252">ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο</l><l n="253">νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ</l><l n="254">ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,</l><l n="255">καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας</l><l n="256">νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε</l><l n="257">ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων</l><l n="258">ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ,</l><l n="259">εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·</l><l n="260">τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ.</l><l n="261">ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.</l><l n="262">νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.</l></q><l n="263"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·</l><q><l n="264">Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;</l><l n="265">ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν</l><l n="266">ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;</l><l n="267">ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων</l><l n="268">δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.</l><milestone ed="p" n="270" unit="card"/></q><l n="270"><milestone ed="P" unit="para"/>ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·</l><q><l n="271">ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,</l><l n="272">χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,</l><l n="273">τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες</l><l n="274">μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,</l><l n="275">ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων</l><l n="276">Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.</l></q><l n="277"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,</l><l n="278">ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας</l><l n="279">τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.</l><l n="280">αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,</l><l n="281">τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε</l><l n="282">ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.</l><l n="283">Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν</l><l n="284">Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου</l><l n="285">βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.</l><l n="286">ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι</l><l n="287">εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ</l><l n="288">μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν·</l><l n="289">ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν</l><l n="290">ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι</l><l n="291">χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.</l><l n="292"><milestone ed="P" unit="para"/>Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον</l><l n="293">Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.</l><l n="294">ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,</l><l n="295">οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι</l><l n="296">εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.</l><l n="297">στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="298">Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις;</l><l n="299">ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.</l></q><l n="300"><milestone ed="P" unit="para"/>τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="301">ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,</l><l n="302">Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,</l><l n="303">οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·</l><l n="304">τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·</l><l n="305">ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται</l><l n="306">εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.</l><l n="307">ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης</l><l n="308">ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.</l><l n="309">νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω,</l><l n="310">μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ</l><l n="311">οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.</l></q><milestone ed="p" n="312" unit="card"/><l n="312"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="313">Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,</l><l n="314">νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.</l><l n="315">οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς</l><l n="316">θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,</l><l n="317">οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,</l><l n="318">ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον·</l><l n="319">οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,</l><l n="320">ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·</l><l n="321">οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,</l><l n="322">ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·</l><l n="323">οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ,</l><l n="324">ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·</l><l n="325">ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν·</l><l n="326">οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,</l><l n="327">οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,</l><l n="328">ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.</l></q><l n="329"><milestone ed="P" unit="para"/>τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="330">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="331">εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι</l><l n="332">Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·</l><l n="333">πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων</l><l n="334">εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν</l><l n="335">πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην</l><l n="336">ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.</l><l n="337">ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,</l><l n="338">ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν</l><l n="339">Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·</l><l n="340">ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.</l></q><l n="341"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="342">Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν</l><l n="343">ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω</l><l n="344">χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,</l><l n="345">οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.</l></q><l n="346"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·</l><l n="347">τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,</l><l n="348">λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον</l><l n="349">πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε.</l><l n="350">τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο</l><l n="351">καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι.</l><milestone ed="p" n="352" unit="card"/><l n="352"><milestone ed="P" unit="para"/>ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,</l><l n="353">ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν·</l><l n="354">βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος</l><l n="355">ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·</l><l n="356">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="357">πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,</l><l n="358">καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει</l><l n="359">Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα·</l><l n="360">Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.</l></q><l n="361"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων,</l><l n="362">τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.</l><l n="363">αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·</l><q><l n="364">Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην</l><l n="365">Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;</l><l n="366">ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς</l><l n="367">νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·</l><l n="368">κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι</l><l n="369">ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν.</l><l n="370">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="371">ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται</l><l n="372">ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι</l><l n="373">κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες</l><l n="374">ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ</l><l n="375">Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.</l><l n="376">ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ,</l><l n="377">χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω.</l><milestone ed="p" n="378" unit="card"/></q><l n="378"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·</l><l n="379">τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ</l><l n="380">Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·</l><l n="381">οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον·</l><l n="382">ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.</l><l n="383">αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν</l><l n="384">βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων</l><l n="385">δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ</l><l n="386">εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι</l><l n="387">ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.</l><l n="388"><milestone ed="P" unit="para"/>Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.</l><l n="389">δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν</l><l n="390">κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,</l><l n="391">ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων.</l><l n="392">ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε</l><l n="393">Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.</l><l n="394">οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον</l><l n="395">ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·</l><l n="396">οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο</l><l n="397">οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην·</l><l n="398">οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι</l><l n="399">ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,</l><l n="400">ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ</l><l n="401">δεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν ὄρουσαν.</l><milestone ed="p" n="402" unit="card"/><l n="402"><milestone ed="P" unit="para"/>Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ</l><l n="403">ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε,</l><l n="404">τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,</l><l n="405">ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου·</l><l n="406">τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δʼ Ἕκτωρ,</l><l n="407">ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,</l><l n="408">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.</l><l n="409">τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴας</l><l n="410">χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν</l><l n="411">πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας</l><l n="412">στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,</l><l n="413">στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ.</l><l n="414">ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς</l><l n="415">πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ</l><l n="416">ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται</l><l n="417">ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,</l><l n="418">ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·</l><l n="419">χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη</l><l n="420">καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.</l><l n="421">οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν</l><l n="422">ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς</l><l n="423">αἰχμάς· ἀλλʼ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν</l><l n="424">οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι</l><l n="425">Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ</l><l n="426">Σαρπηδών τʼ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων.</l><l n="427">τῶν δʼ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν</l><l n="428">ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δʼ ἄρʼ ἑταῖροι</l><l n="429">χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρʼ ἵκεθʼ ἵππους</l><l n="430">ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο</l><l n="431">ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·</l><l n="432">οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.</l><l n="433"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο</l><l n="434">Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,</l><l n="435">ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ</l><l n="436">χεῦαν· ὃ δʼ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν,</l><l n="437">ἑζόμενος δʼ ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμεσσεν·</l><l n="438">αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε</l><l n="439">νὺξ ἐκάλυψε μέλαινα· βέλος δʼ ἔτι θυμὸν ἐδάμνα.</l><milestone ed="p" n="440" unit="card"/><l n="440"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα</l><l n="441">μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.</l><l n="442">ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας</l><l n="443">Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι</l><l n="444">Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων</l><l n="445">Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.</l><l n="446">τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="447">οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ</l><l n="448">Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.</l><l n="449">τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ</l><l n="450">Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον</l><l n="451">υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος</l><l n="452">ἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="453">Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="454">οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο</l><l n="455">χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,</l><l n="456">ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω</l><l n="457">αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.</l></q><l n="458"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·</l><l n="459">Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε</l><l n="460">τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.</l><l n="461">καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="462">Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν</l><l n="463">λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς</l><l n="464">Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.</l><l n="465">τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,</l><l n="466">νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·</l><l n="467">τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε</l><l n="468">οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.</l><l n="469">Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·</l><q><l n="470">φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες</l><l n="471">ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι</l><l n="472">ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,</l><l n="473">ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο</l><l n="474">ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.</l></q><milestone ed="p" n="475" unit="card"/><l n="475"><milestone ed="P" unit="para"/>ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν.</l><l n="476">ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ</l><l n="477">ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν.</l><l n="478">τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="479">Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι</l><l n="480">οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς</l><l n="481">ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες.</l><l n="482">φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει</l><l n="483">ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ</l><l n="484">δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ</l><l n="485">γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.</l></q><l n="486"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·</l><l n="487">Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·</l><l n="488">ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν</l><l n="489">Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα</l><l n="490">υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα</l><l n="491">Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·</l><l n="492">τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.</l><l n="493">τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα,</l><l n="494">ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ</l><l n="495">καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας</l><l n="496">ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="497">αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε</l><l n="498">αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος</l><l n="499">ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν</l><l n="500">πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="501">εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος</l><l n="502">πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·</l><l n="503">οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο</l><l n="504">ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ</l><l n="505">ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.</l><milestone ed="p" n="506" unit="card"/></q><l n="506"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,</l><l n="507">πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.</l><l n="508"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι</l><l n="509">ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν</l><l n="510">ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.</l><l n="511">Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα</l><l n="512">Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·</l><l n="513">Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·</l><l n="514">Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,</l><l n="515">Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην·</l><l n="516">Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν</l><l n="517">οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε</l><l n="518">δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν</l><l n="519">ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="520">πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·</l><l n="521">οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν</l><l n="522">ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.</l></div><div type="textpart" subtype="Book" n="15"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν</l><l n="2">φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,</l><l n="3">οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντες</l><l n="4">χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς</l><l n="5">Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,</l><l n="6">στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς</l><l n="7">τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν</l><l n="8">Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·</l><l n="9">Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι</l><l n="10">εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων</l><l n="11">αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν.</l><l n="12">τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="13">δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·</l><q><l n="14">ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη</l><l n="15">Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.</l><l n="16">οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς</l><l n="17">πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.</l><l n="18">ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν</l><l n="19">ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα</l><l n="20">χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν</l><l n="21">ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,</l><l n="22">λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι</l><l n="23">ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται</l><l n="24">γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει</l><l n="25">ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,</l><l n="26">τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας</l><l n="27">πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,</l><l n="28">καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.</l><l n="29">τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις</l><l n="30">Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.</l><l n="31">τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,</l><l n="32">ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,</l><l n="33">ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.</l><milestone ed="p" n="34" unit="card"/></q><l n="34"><milestone ed="P" unit="para"/>ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="35">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="36">ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="37">καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος</l><l n="38">ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,</l><l n="39">σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν</l><l n="40">κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·</l><l n="41">μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων</l><l n="42">πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει,</l><l n="43">ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,</l><l n="44">τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.</l><l n="45">αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην</l><l n="46">τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.</l></q><l n="47"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="48">καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="49">εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρη</l><l n="50">ἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις,</l><l n="51">τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,</l><l n="52">αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.</l><l n="53">ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,</l><l n="54">ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον</l><l n="55">Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,</l><l n="56">ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="57">ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι</l><l n="58">παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι,</l><l n="59">Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,</l><l n="60">αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων</l><l n="61">αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς</l><l n="62">αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,</l><l n="63">φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι</l><l n="64">Πηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρον</l><l n="65">Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ</l><l n="66">Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς</l><l n="67">τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.</l><l n="68">τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.</l><l n="69">ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν</l><l n="70">αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κʼ Ἀχαιοὶ</l><l n="71">Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.</l><l n="72">τὸ πρὶν δʼ οὔτʼ ἄρʼ ἐγὼ παύω χόλον οὔτέ τινʼ ἄλλον</l><l n="73">ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδʼ ἐάσω</l><l n="74">πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,</l><l n="75">ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δʼ ἐπένευσα κάρητι,</l><l n="76">ἤματι τῷ ὅτʼ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,</l><l n="77">λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.</l><milestone ed="p" n="78" unit="card"/></q><l n="78"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,</l><l n="79">βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.</l><l n="80">ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν</l><l n="81">γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ</l><l n="82"><q>ἔνθʼ εἴην ἢ ἔνθα,</q> μενοινήῃσί τε πολλά,</l><l n="83">ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·</l><l n="84">ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν</l><l n="85">ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες</l><l n="86">πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.</l><l n="87">ἣ δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ</l><l n="88">δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,</l><l n="89">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="90">Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας·</l><l n="91">ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.</l></q><l n="92"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη·</l><q><l n="93">μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ</l><l n="94">οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.</l><l n="95">ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·</l><l n="96">ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν</l><l n="97">οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι</l><l n="98">πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν</l><l n="99">οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.</l></q><l n="100"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,</l><l n="101">ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δʼ ἐγέλασσε</l><l n="102">χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν</l><l n="103">ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·</l><q><l n="104">νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·</l><l n="105">ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες</l><l n="106">ἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζει</l><l n="107">οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι</l><l n="108">κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.</l><l n="109">τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.</l><l n="110">ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι·</l><l n="111">υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν</l><l n="112">Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.</l><milestone ed="p" n="113" unit="card"/></q><l n="113"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ</l><l n="114">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l><q><l n="115">μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="116">τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="117">εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ</l><l n="118">κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν.</l></q><l n="119"><milestone ed="P" unit="para"/>ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε</l><l n="120">ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.</l><l n="121">ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος</l><l n="122">πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,</l><l n="123">εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν</l><l n="124">ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,</l><l n="125">τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων,</l><l n="126">ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα</l><l n="127">χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·</l><q><l n="128">μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως</l><l n="129">οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς.</l><l n="130">οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη</l><l n="131">ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;</l><l n="132">ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ</l><l n="133">ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,</l><l n="134">αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;</l><l n="135">αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς</l><l n="136">λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,</l><l n="137">μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.</l><l n="138">τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·</l><l n="139">ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων</l><l n="140">ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ</l><l n="141">πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.</l></q><l n="142"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.</l><l n="143">Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς</l><l n="144">Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,</l><l n="145">καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="146">Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα·</l><l n="147">αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε,</l><l n="148">ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.</l><milestone ed="p" n="149" unit="card"/></q><l n="149"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,</l><l n="150">ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.</l><l n="151">Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,</l><l n="152">εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ</l><l n="153">ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.</l><l n="154">τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο</l><l n="155">στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,</l><l n="156">ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.</l><l n="157">Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="158">βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι</l><l n="159">πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.</l><l n="160">παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο</l><l n="161">ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.</l><l n="162">εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει,</l><l n="163">φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="164">μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ</l><l n="165">μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι</l><l n="166">καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ</l><l n="167">ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.</l></q><l n="168"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,</l><l n="169">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.</l><l n="170">ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα</l><l n="171">ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,</l><l n="172">ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,</l><l n="173">ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·</l><q><l n="174">ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα</l><l n="175">ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.</l><l n="176">παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο</l><l n="177">ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.</l><l n="178">εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις,</l><l n="179">ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων</l><l n="180">ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε</l><l n="181">χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι</l><l n="182">καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ</l><l n="183">ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.</l></q><milestone ed="p" n="184" unit="card"/><l n="184"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·</l><q><l n="185">ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν</l><l n="186">εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.</l><l n="187">τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα</l><l n="188">Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων.</l><l n="189">τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς·</l><l n="190">ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ</l><l n="191">παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα,</l><l n="192">Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·</l><l n="193">γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.</l><l n="194">τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος</l><l n="195">καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.</l><l n="196">χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·</l><l n="197">θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη</l><l n="198">ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,</l><l n="199">οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.</l></q><l n="200"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·</l><q><l n="201">οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα</l><l n="202">τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,</l><l n="203">ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.</l><l n="204">οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.</l></q><l n="205"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="206">Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·</l><l n="207">ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.</l><l n="208">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει</l><l n="209">ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ</l><l n="210">νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.</l><l n="211">ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·</l><l n="212">ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·</l><l n="213">αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης</l><l n="214">Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος</l><l n="215">Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει</l><l n="216">ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,</l><l n="217">ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.</l></q><l n="218"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,</l><l n="219">δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.</l><milestone ed="p" n="220" unit="card"/><l n="220"><milestone ed="P" unit="para"/>καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="221">ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν·</l><l n="222">ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος</l><l n="223">οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν</l><l n="224">ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,</l><l n="225">οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.</l><l n="226">ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ</l><l n="227">ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε</l><l n="228">χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.</l><l n="229">ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν,</l><l n="230">τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·</l><l n="231">σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·</l><l n="232">τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ</l><l n="233">φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.</l><l n="234">κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,</l><l n="235">ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.</l></q><l n="236"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,</l><l n="237">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς</l><l n="238">ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.</l><l n="239">εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον</l><l n="240">ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν,</l><l n="241">ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς</l><l n="242">παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.</l><l n="243">ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="244">Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων</l><l n="245">ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;</l></q><l n="246"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="247">τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην;</l><l n="248">οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν</l><l n="249">οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας</l><l n="250">χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;</l><l n="251">καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο</l><l n="252">ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.</l></q><milestone ed="p" n="253" unit="card"/><l n="253"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·</l><q><l n="254">θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων</l><l n="255">ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν</l><l n="256">Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ</l><l n="257">ῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.</l><l n="258">ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι</l><l n="259">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·</l><l n="260">αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον</l><l n="261">πᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς.</l></q><l n="262"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.</l><l n="263">ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ</l><l n="264">δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων</l><l n="265">εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο</l><l n="266">κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται</l><l n="267">ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς</l><l n="268">ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·</l><l n="269">ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα</l><l n="270">ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.</l><l n="271">οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα</l><l n="272">ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·</l></div></div></body></text></TEI>