<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="442">δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει,</l><l n="443">ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν</l><l n="444">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης·</l><l n="445">Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας</l><q><l n="446">Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι</l><l n="447">τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.</l><l n="448">δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο,</l><l n="449">ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω,</l><l n="450">ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·</l><l n="451">Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα,</l><l n="452">Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα</l><l n="453">Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν</l><l n="454">σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.</l><milestone ed="p" n="455" unit="card"/></q><l n="455"><milestone ed="P" unit="para"/>ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν</l><l n="456">ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων</l><l n="457">ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.</l><l n="458">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι</l><l n="459">βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου</l><l n="460">ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ</l><l n="461">οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν.</l><l n="462">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="463">Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ</l><l n="464">γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.</l><l n="465">ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε</l><l n="466">γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·</l><l n="467">τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.</l></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,</l><l n="469">βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.</l><l n="470">ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,</l><l n="471">ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,</l><l n="472">ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν</l></div></div></body></text></TEI>