ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον· δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί. δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει, ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης· Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω. δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο, ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω, ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον· Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα, Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν. ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει. ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα· τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς. ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς, ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς, ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν· ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας· ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει, Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς· τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν, ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν· καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον. εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες. Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον, οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν· ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ. οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ. Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος· ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος, αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην, ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν. οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι, οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι. τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ, τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο. τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί. ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ, ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο. οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·