<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="393">βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.</l><l n="394">ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,</l><l n="395">οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας</l><l n="396">ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης</l><l n="397">δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ</l><l n="398">χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.</l><l n="399">αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,</l><l n="400">ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς</l><l n="401">ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><milestone ed="p" n="402" unit="card"/><l n="402"><milestone ed="P" unit="para"/>Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος</l><l n="403">Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="404">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος</l><l n="405">Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,</l><l n="406">τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ</l><l n="407">δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·</l><l n="408">τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,</l><l n="409">καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν</l><l n="410">ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,</l><l n="411">ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν</l><l n="412">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.</l><l n="413">Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="414">οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι</l><l n="415">εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο</l><l n="416">γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.</l></q><l n="417"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,</l><l n="418">Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·</l><l n="419">ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,</l><l n="420">ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.</l><l n="421">τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι</l><l n="422">Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,</l><l n="423">νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.</l><milestone ed="p" n="424" unit="card"/><l n="424"><milestone ed="P" unit="para"/>Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ</l><l n="425">ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι</l><l n="426">ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.</l></div></div></body></text></TEI>