Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους. ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν· Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ· Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο. ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ· ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί· τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν, ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι. σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους· τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει. ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο, γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν. αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι, ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο, ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων. τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας, αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν· Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,