<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><q><l n="382">ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.</l></q><l n="383"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην</l><l n="384">ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ</l><l n="385">πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων</l><l n="386">αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ</l><l n="387">Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ</l><l n="388">λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.</l><l n="389">ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς</l><l n="390">ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες</l><l n="391">ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·</l><l n="392">ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς</l><l n="393">βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.</l><l n="394">ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,</l><l n="395">οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας</l><l n="396">ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης</l><l n="397">δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ</l><l n="398">χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.</l><l n="399">αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,</l><l n="400">ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς</l><l n="401">ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><milestone ed="p" n="402" unit="card"/><l n="402"><milestone ed="P" unit="para"/>Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος</l><l n="403">Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="404">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος</l><l n="405">Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,</l><l n="406">τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ</l><l n="407">δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·</l><l n="408">τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,</l><l n="409">καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν</l><l n="410">ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,</l><l n="411">ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν</l><l n="412">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.</l><l n="413">Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="414">οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι</l><l n="415">εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο</l><l n="416">γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.</l></q><l n="417"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,</l><l n="418">Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·</l><l n="419">ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,</l><l n="420">ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.</l><l n="421">τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι</l><l n="422">Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,</l><l n="423">νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.</l><milestone ed="p" n="424" unit="card"/><l n="424"><milestone ed="P" unit="para"/>Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ</l><l n="425">ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι</l><l n="426">ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.</l><l n="427">ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν</l><l n="428">ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο,</l><l n="429">πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν</l><l n="430">τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ</l><l n="431">ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο</l><l n="432">κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν</l><l n="433">γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·</l><l n="434">τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε</l><l n="435">θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·</l><l n="436">οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι,</l><l n="437">ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον</l><l n="438">ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ</l><l n="439">ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα</l><l n="440">χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·</l><l n="441">δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.</l><l n="442">δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει,</l><l n="443">ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν</l><l n="444">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης·</l><l n="445">Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας</l><q><l n="446">Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι</l><l n="447">τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.</l><l n="448">δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο,</l><l n="449">ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω,</l><l n="450">ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·</l><l n="451">Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα,</l><l n="452">Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα</l><l n="453">Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν</l><l n="454">σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.</l><milestone ed="p" n="455" unit="card"/></q><l n="455"><milestone ed="P" unit="para"/>ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν</l><l n="456">ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων</l><l n="457">ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.</l><l n="458">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι</l><l n="459">βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου</l><l n="460">ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ</l><l n="461">οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν.</l><l n="462">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="463">Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ</l><l n="464">γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.</l><l n="465">ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε</l><l n="466">γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·</l><l n="467">τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.</l></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,</l><l n="469">βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.</l><l n="470">ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,</l><l n="471">ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,</l><l n="472">ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν</l><l n="473">χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·</l><l n="474">ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας</l><l n="475">θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·</l><l n="476">ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,</l><l n="477">Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους</l><l n="478">Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε</l><l n="479">Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·</l><l n="480">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="481">δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς</l><l n="482">Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,</l><l n="483">ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·</l><l n="484">καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.</l><l n="485">εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ</l><l n="486">αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.</l><milestone ed="p" n="487" unit="card"/></q><l n="487"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες</l><l n="488">πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.</l><l n="489">Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι</l><l n="490">Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,</l><l n="491">οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα</l><l n="492">λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα</l><l n="493">πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·</l><l n="494">ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει</l><l n="495">ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.</l><l n="496"><milestone ed="P" unit="para"/>οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν</l><l n="497">μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς</l><l n="498">σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον</l><l n="499">ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων</l><l n="500">Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ</l><l n="501">ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.</l><l n="502">Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·</l><l n="503">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,</l><l n="504">αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης</l><l n="505">ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.</l><l n="506">Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,</l><l n="507">ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς</l><l n="508">ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="509">Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος</l><l n="510">ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ</l><l n="511">ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.</l><l n="512">οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,</l><l n="513">οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.</l><l n="514">τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,</l><l n="515">τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.</l><l n="516">τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ</l><l n="517">Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.</l><l n="518">ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ</l><l n="519">υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος</l><l n="520">ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="521">οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης</l><l n="522">υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="523">ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν</l><l n="524">ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι</l><l n="525">ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.</l><milestone ed="p" n="526" unit="card"/><l n="526"><milestone ed="P" unit="para"/>οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·</l><l n="527">Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν</l><l n="528">ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="529">δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς</l><l n="530">αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.</l><l n="531">Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς</l><l n="532">ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,</l><l n="533">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης</l><l n="534">αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας</l><l n="535">ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους</l><l n="536">ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο</l><l n="537">ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·</l><l n="538">οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα</l><l n="539">τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.</l><l n="540"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.</l><l n="541">ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας</l><l n="542">λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·</l><l n="543">ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη</l><l n="544">καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.</l><l n="545">Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας</l><l n="546">οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,</l><l n="547">ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·</l><l n="548">τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="549">κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.</l><l n="550">Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων</l><l n="551">παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος</l><l n="552">οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο</l><l n="553">εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ</l><l n="554">Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων</l><l n="555">Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.</l><l n="556">οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς</l><l n="557">στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ</l><l n="558">σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν</l><l n="559">ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.</l><milestone ed="p" n="560" unit="card"/><l n="560"><milestone ed="P" unit="para"/>ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον</l><l n="561">Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ</l><l n="562">ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν</l><l n="563">κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.</l><l n="564">καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος</l><l n="565">ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης·</l><l n="566">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων·</l><l n="567">Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ</l><l n="568">αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα</l><l n="569">γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.</l><l n="570">ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ</l><l n="571">ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες</l><l n="572">ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·</l><l n="573">ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,</l><l n="574">ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν</l><l n="575">ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="576"><milestone ed="P" unit="para"/>Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην</l><l n="577">Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.</l><l n="578">ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν</l><l n="579">μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·</l><l n="580">τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.</l><l n="581"><milestone ed="P" unit="para"/>Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·</l><l n="582">βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι</l><l n="583">ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.</l><l n="584">τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι</l><l n="585">ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.</l><l n="586">Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ</l><l n="587">θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.</l><l n="588">ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν</l><l n="589">θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι</l><l n="590">πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,</l><l n="591">ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο</l><l n="592">πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.</l><l n="593">Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος</l><l n="594">τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ</l><l n="595">ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.</l><l n="596">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων</l><l n="597">χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος.</l><l n="598">καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,</l><l n="599">αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ</l><l n="600">σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.</l><milestone ed="p" n="601" unit="card"/><l n="601"><milestone ed="P" unit="para"/>Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο</l><l n="602">ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ</l><l n="603">σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.</l><l n="604">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="605">Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,</l><l n="606">Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο</l><l n="607">οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·</l><l n="608">ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ</l><l n="609">ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.</l><l n="610">Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον</l><l n="611">ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν</l><l n="612">ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ</l><l n="613">μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.</l><l n="614">ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης</l><l n="615">ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον</l><l n="616">ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε</l><l n="617">πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,</l><l n="618">ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων</l><l n="619">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="620">λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων</l><l n="621">Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,</l><l n="622">ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς</l><l n="623">ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ</l><l n="624">Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν</l><l n="625">ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν·</l><l n="626">οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ</l><l n="627">μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ·</l><l n="628">νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι</l><l n="629">πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς.</l><l n="630">ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.</l><l n="631">Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων</l><l n="632">ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται·</l><l n="633">οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι</l><l n="634">Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται</l><l n="635">φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.</l><l n="636">πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος</l><l n="637">μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,</l><l n="638">τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι</l><l n="639">ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.</l><milestone ed="p" n="640" unit="card"/></q><l n="640"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα</l><l n="641">συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,</l><l n="642">αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.</l><l n="643"><milestone ed="P" unit="para"/>ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος</l><l n="644">Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων</l><l n="645">ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·</l><l n="646">ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ</l><l n="647">ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι</l><l n="648">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων</l><l n="649">πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.</l><l n="650">Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,</l><l n="651">καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς</l><l n="652">ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.</l><l n="653">ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων</l><l n="654">θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ</l></div></div></body></text></TEI>