Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον. ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν. ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν, οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν. αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου, ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς. Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ, τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν· τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος, καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,