<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="361"><milestone ed="P" unit="para"/>ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας</l><l n="362">Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.</l><l n="363">πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,</l><l n="364">ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,</l><l n="365">ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην</l><l n="366">Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,</l><l n="367">ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.</l><l n="368">τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε</l><l n="369">δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.</l><l n="370">Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,</l><l n="371">καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ</l><l n="372">χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.</l><l n="373">δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·</l><q><l n="374">Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων</l><l n="375">εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης</l><l n="376">Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.</l><l n="377">καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,</l><l n="378">δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην</l><l n="379">Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν</l><l n="380">Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.</l><l n="381">ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν</l><l n="382">ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.</l></q><l n="383"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην</l><l n="384">ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ</l><l n="385">πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων</l><l n="386">αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ</l><l n="387">Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ</l><l n="388">λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.</l><l n="389">ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς</l><l n="390">ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες</l><l n="391">ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·</l><l n="392">ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς</l><l n="393">βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.</l><l n="394">ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,</l><l n="395">οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας</l><l n="396">ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης</l><l n="397">δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ</l><l n="398">χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.</l><l n="399">αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,</l><l n="400">ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς</l><l n="401">ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><milestone ed="p" n="402" unit="card"/><l n="402"><milestone ed="P" unit="para"/>Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος</l><l n="403">Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="404">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος</l><l n="405">Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,</l><l n="406">τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ</l><l n="407">δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·</l><l n="408">τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,</l><l n="409">καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν</l><l n="410">ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,</l><l n="411">ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν</l><l n="412">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.</l><l n="413">Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="414">οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι</l><l n="415">εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο</l><l n="416">γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.</l></q><l n="417"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,</l><l n="418">Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·</l><l n="419">ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,</l><l n="420">ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.</l><l n="421">τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι</l><l n="422">Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,</l><l n="423">νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.</l><milestone ed="p" n="424" unit="card"/><l n="424"><milestone ed="P" unit="para"/>Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ</l><l n="425">ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι</l><l n="426">ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.</l><l n="427">ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν</l><l n="428">ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο,</l><l n="429">πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν</l><l n="430">τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ</l><l n="431">ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο</l><l n="432">κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν</l><l n="433">γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·</l><l n="434">τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε</l><l n="435">θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·</l><l n="436">οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι,</l><l n="437">ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον</l><l n="438">ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ</l><l n="439">ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα</l><l n="440">χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·</l><l n="441">δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.</l><l n="442">δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει,</l><l n="443">ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν</l><l n="444">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης·</l><l n="445">Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας</l><q><l n="446">Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι</l><l n="447">τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.</l><l n="448">δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο,</l><l n="449">ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω,</l><l n="450">ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·</l><l n="451">Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα,</l><l n="452">Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα</l><l n="453">Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν</l><l n="454">σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.</l><milestone ed="p" n="455" unit="card"/></q><l n="455"><milestone ed="P" unit="para"/>ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν</l><l n="456">ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων</l><l n="457">ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.</l><l n="458">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι</l><l n="459">βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου</l><l n="460">ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ</l><l n="461">οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν.</l><l n="462">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="463">Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ</l><l n="464">γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.</l><l n="465">ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε</l><l n="466">γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·</l><l n="467">τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.</l></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,</l><l n="469">βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.</l><l n="470">ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,</l><l n="471">ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,</l><l n="472">ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν</l><l n="473">χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·</l><l n="474">ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας</l><l n="475">θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·</l><l n="476">ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,</l><l n="477">Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους</l><l n="478">Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε</l><l n="479">Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·</l><l n="480">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="481">δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς</l><l n="482">Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,</l><l n="483">ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·</l><l n="484">καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.</l><l n="485">εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ</l><l n="486">αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.</l><milestone ed="p" n="487" unit="card"/></q><l n="487"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες</l><l n="488">πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.</l><l n="489">Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι</l><l n="490">Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,</l><l n="491">οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα</l><l n="492">λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα</l><l n="493">πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·</l><l n="494">ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει</l><l n="495">ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.</l><l n="496"><milestone ed="P" unit="para"/>οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν</l><l n="497">μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς</l><l n="498">σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον</l><l n="499">ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων</l><l n="500">Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ</l><l n="501">ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.</l><l n="502">Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·</l></div></div></body></text></TEI>