<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="349">ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,</l><l n="350">ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.</l><l n="351">Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν</l><l n="352">λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα</l><l n="353">Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.</l><l n="354">ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,</l><l n="355">ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.</l><l n="356">τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,</l><l n="357">λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.</l><l n="358">τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο</l><l n="359">πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν</l><l n="360">ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.</l><milestone ed="p" n="361" unit="card"/><l n="361"><milestone ed="P" unit="para"/>ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας</l><l n="362">Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.</l><l n="363">πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,</l><l n="364">ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,</l><l n="365">ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην</l><l n="366">Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,</l><l n="367">ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.</l><l n="368">τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε</l><l n="369">δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.</l><l n="370">Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,</l><l n="371">καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ</l><l n="372">χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.</l><l n="373">δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·</l><q><l n="374">Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων</l><l n="375">εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης</l><l n="376">Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.</l><l n="377">καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,</l><l n="378">δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην</l><l n="379">Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν</l></q></div></div></body></text></TEI>