<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="347">Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην</l><l n="348">κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν</l><l n="349">ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,</l><l n="350">ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.</l><l n="351">Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν</l><l n="352">λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα</l><l n="353">Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.</l><l n="354">ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,</l><l n="355">ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.</l><l n="356">τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,</l><l n="357">λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.</l><l n="358">τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο</l><l n="359">πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν</l><l n="360">ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.</l><milestone ed="p" n="361" unit="card"/><l n="361"><milestone ed="P" unit="para"/>ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας</l><l n="362">Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.</l><l n="363">πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,</l><l n="364">ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,</l><l n="365">ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην</l><l n="366">Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,</l><l n="367">ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.</l><l n="368">τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε</l><l n="369">δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.</l><l n="370">Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,</l><l n="371">καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ</l><l n="372">χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.</l><l n="373">δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·</l><q><l n="374">Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων</l><l n="375">εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης</l><l n="376">Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.</l><l n="377">καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,</l><l n="378">δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην</l><l n="379">Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν</l><l n="380">Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.</l><l n="381">ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν</l><l n="382">ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.</l></q><l n="383"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην</l><l n="384">ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ</l><l n="385">πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων</l><l n="386">αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ</l><l n="387">Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ</l><l n="388">λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.</l><l n="389">ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς</l><l n="390">ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες</l><l n="391">ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·</l><l n="392">ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς</l><l n="393">βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.</l><l n="394">ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,</l><l n="395">οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας</l><l n="396">ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης</l><l n="397">δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ</l><l n="398">χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.</l><l n="399">αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,</l><l n="400">ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς</l><l n="401">ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><milestone ed="p" n="402" unit="card"/><l n="402"><milestone ed="P" unit="para"/>Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος</l><l n="403">Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="404">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος</l><l n="405">Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,</l><l n="406">τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ</l><l n="407">δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·</l><l n="408">τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,</l><l n="409">καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν</l><l n="410">ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,</l><l n="411">ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν</l><l n="412">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.</l><l n="413">Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="414">οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι</l><l n="415">εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο</l><l n="416">γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.</l></q><l n="417"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,</l><l n="418">Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·</l><l n="419">ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,</l><l n="420">ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.</l><l n="421">τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι</l><l n="422">Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,</l><l n="423">νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.</l><milestone ed="p" n="424" unit="card"/><l n="424"><milestone ed="P" unit="para"/>Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ</l><l n="425">ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι</l><l n="426">ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.</l><l n="427">ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν</l><l n="428">ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο,</l><l n="429">πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν</l><l n="430">τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ</l><l n="431">ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο</l><l n="432">κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν</l><l n="433">γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·</l><l n="434">τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε</l><l n="435">θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·</l><l n="436">οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι,</l></div></div></body></text></TEI>