<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><q><l n="318">κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους</l><l n="319">νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων</l><l n="320">ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.</l><l n="321">ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,</l><l n="322">ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν</l><l n="323">χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.</l><l n="324">οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν</l><l n="325">ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.</l><l n="326">νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα</l><l n="327">εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.</l><milestone ed="p" n="328" unit="card"/></q><l n="328"><milestone ed="P" unit="para"/>ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="329">ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,</l><l n="330"><milestone ed="P" unit="para"/>οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν</l><l n="331">αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,</l><l n="332">κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·</l><l n="333">τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.</l><l n="334">ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι</l><l n="335">ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,</l><l n="336">οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,</l><l n="337">ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ</l><l n="338">ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.</l><l n="339">ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι</l><l n="340">μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν</l><l n="341">αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων</l><l n="342">θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν</l><l n="343">ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη</l><l n="344">ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.</l><l n="345"><milestone ed="P" unit="para"/>τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ</l><l n="346">ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.</l><l n="347">Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην</l><l n="348">κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν</l></div></div></body></text></TEI>