ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ· οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν. αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν. ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας, ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν. οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν. νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν. ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει, οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι, κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν· τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν. ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους, οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην, ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ. ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο. τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά. Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό, ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον. Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα. ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη, ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη. τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε, λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς. τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν. ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε. πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα, ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει, ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον, ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν. τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας. Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ, καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε. δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε· Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν. καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν, δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον. ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν. ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν, οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν. αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου, ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς. Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος