<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><q><l n="287">οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.</l><l n="288">εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης</l><l n="289">οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,</l><l n="290">ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε</l><l n="291">πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.</l><l n="292">ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς</l><l n="293">ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·</l><l n="294">ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.</l><milestone ed="p" n="295" unit="card"/></q><l n="295"><milestone ed="P" unit="para"/>ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="296">καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,</l><l n="297">βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.</l><l n="298">οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,</l><l n="299">τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς</l><l n="300">ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·</l><l n="301">τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,</l><l n="302">ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε</l><l n="303">ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·</l><l n="304">τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν</l><l n="305">ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.</l><l n="306">τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·</l><q><l n="307">Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;</l><l n="308">ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,</l><l n="309">ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω</l><l n="310">δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.</l></q><l n="311"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="312">νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι</l><l n="313">Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν</l><l n="314">τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·</l><l n="315">οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο</l><l n="316">Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.</l><l n="317">αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι</l></q></div></div></body></text></TEI>