οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο. εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ, ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν. ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ· ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος. ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος, βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς. οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι, τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν· τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον, ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν· τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ. τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε· Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον; ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους, ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ· οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν. αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι