<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><q><l n="257">οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον</l><l n="258">ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.</l></q><l n="259"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="260">δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις</l><l n="261">ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα</l><l n="262">Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω</l><l n="263">ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.</l><l n="264">τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι</l><l n="265">καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.</l></q><milestone ed="p" n="266" unit="card"/><l n="266"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·</l><q><l n="267">καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="268">πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι.</l><l n="269">οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,</l><l n="270">ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν</l><l n="271">ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.</l><l n="272">ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων</l><l n="273">λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.</l></q><l n="274"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="275">οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;</l><l n="276">εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι</l><l n="277">ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν,</l><l n="278">ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη·</l><l n="279">τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,</l><l n="280">οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός,</l><l n="281">ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει,</l><l n="282">ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει</l><l n="283">κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων·</l><l n="284">τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην</l><l n="285">ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,</l><l n="286">ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·</l><l n="287">οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.</l><l n="288">εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης</l><l n="289">οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,</l><l n="290">ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε</l><l n="291">πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.</l><l n="292">ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς</l><l n="293">ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·</l><l n="294">ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.</l><milestone ed="p" n="295" unit="card"/></q><l n="295"><milestone ed="P" unit="para"/>ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="296">καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,</l><l n="297">βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.</l><l n="298">οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,</l><l n="299">τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς</l><l n="300">ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·</l><l n="301">τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,</l><l n="302">ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε</l><l n="303">ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·</l><l n="304">τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν</l><l n="305">ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.</l><l n="306">τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·</l><q><l n="307">Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;</l><l n="308">ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,</l><l n="309">ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω</l><l n="310">δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.</l></q><l n="311"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="312">νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι</l><l n="313">Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν</l><l n="314">τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·</l><l n="315">οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο</l><l n="316">Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.</l><l n="317">αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι</l><l n="318">κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους</l><l n="319">νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων</l><l n="320">ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.</l><l n="321">ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,</l><l n="322">ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν</l><l n="323">χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.</l><l n="324">οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν</l><l n="325">ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.</l><l n="326">νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα</l><l n="327">εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.</l><milestone ed="p" n="328" unit="card"/></q><l n="328"><milestone ed="P" unit="para"/>ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="329">ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,</l><l n="330"><milestone ed="P" unit="para"/>οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν</l><l n="331">αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,</l><l n="332">κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·</l><l n="333">τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.</l><l n="334">ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι</l><l n="335">ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,</l><l n="336">οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,</l><l n="337">ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ</l><l n="338">ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.</l><l n="339">ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι</l><l n="340">μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν</l><l n="341">αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων</l><l n="342">θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν</l><l n="343">ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη</l><l n="344">ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.</l><l n="345"><milestone ed="P" unit="para"/>τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ</l><l n="346">ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.</l></div></div></body></text></TEI>