ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν. τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες. τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι. οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς, ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο. ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν, ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη· τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ, οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός, ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει, ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων· τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·