<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><q><l n="225">εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω</l><l n="226">μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι</l><l n="227">νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.</l><l n="228">ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,</l><l n="229">ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·</l><l n="230">τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.</l><milestone ed="p" n="231" unit="card"/></q><l n="231"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·</l><q><l n="232">Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν</l><l n="233">ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο,</l><l n="234">ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.</l><l n="235">ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ</l><l n="236">σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.</l><l n="237">συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,</l><l n="238">νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.</l></q><l n="239"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·</l><l n="240">Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε</l><l n="241">δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,</l><l n="242">βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων</l><l n="243">χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου</l><l n="244">δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·</l><l n="245">ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.</l><l n="246">Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν</l><l n="247">ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει</l><l n="248">οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·</l><q><l n="249">Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων</l><l n="250">τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;</l><l n="251">ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,</l><l n="252">ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς</l><l n="253">ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.</l></q><l n="254"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·</l><q><l n="255">Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,</l></q></div></div></body></text></TEI>