<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="215">ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων</l><l n="216">εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι</l><l n="217">ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι</l><l n="218">Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ·</l><q><l n="219">Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ</l><l n="220">οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;</l></q><l n="221"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="222">ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε</l><l n="223">γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.</l><l n="224">οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ</l><l n="225">εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω</l><l n="226">μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι</l><l n="227">νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.</l><l n="228">ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,</l><l n="229">ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·</l><l n="230">τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.</l><milestone ed="p" n="231" unit="card"/></q><l n="231"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·</l><q><l n="232">Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν</l><l n="233">ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο,</l><l n="234">ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.</l><l n="235">ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ</l><l n="236">σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.</l><l n="237">συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,</l><l n="238">νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.</l></q><l n="239"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·</l><l n="240">Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε</l><l n="241">δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,</l><l n="242">βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων</l><l n="243">χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου</l><l n="244">δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·</l><l n="245">ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.</l><l n="246">Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν</l><l n="247">ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει</l><l n="248">οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·</l><q><l n="249">Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων</l><l n="250">τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;</l><l n="251">ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,</l><l n="252">ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς</l><l n="253">ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.</l></q><l n="254"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·</l><q><l n="255">Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,</l><l n="256">ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται</l><l n="257">οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον</l><l n="258">ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.</l></q><l n="259"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="260">δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις</l><l n="261">ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα</l><l n="262">Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω</l><l n="263">ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.</l><l n="264">τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι</l><l n="265">καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.</l></q><milestone ed="p" n="266" unit="card"/><l n="266"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·</l><q><l n="267">καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="268">πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι.</l><l n="269">οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,</l><l n="270">ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν</l><l n="271">ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.</l><l n="272">ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων</l><l n="273">λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.</l></q><l n="274"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="275">οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;</l><l n="276">εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι</l><l n="277">ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν,</l><l n="278">ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη·</l><l n="279">τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,</l><l n="280">οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός,</l><l n="281">ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει,</l><l n="282">ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει</l><l n="283">κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων·</l><l n="284">τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην</l><l n="285">ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,</l><l n="286">ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·</l><l n="287">οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.</l><l n="288">εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης</l><l n="289">οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,</l><l n="290">ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε</l><l n="291">πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.</l><l n="292">ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς</l><l n="293">ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·</l><l n="294">ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.</l><milestone ed="p" n="295" unit="card"/></q><l n="295"><milestone ed="P" unit="para"/>ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="296">καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,</l><l n="297">βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.</l><l n="298">οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,</l><l n="299">τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς</l><l n="300">ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·</l><l n="301">τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,</l><l n="302">ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε</l><l n="303">ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·</l><l n="304">τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν</l><l n="305">ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.</l><l n="306">τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·</l><q><l n="307">Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;</l><l n="308">ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,</l></q></div></div></body></text></TEI>