<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="194">νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.</l><milestone ed="p" n="195" unit="card"/><l n="195">Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς</l><l n="196">ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·</l><l n="197">Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς</l><l n="198">ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων</l><l n="199">ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ</l><l n="200">ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,</l><l n="201">ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ</l><l n="202">τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς</l><l n="203">κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,</l><l n="204">ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου·</l><l n="205">Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.</l><l n="206"><milestone ed="P" unit="para"/>καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη</l><l n="207">υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="208">βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="209">ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.</l><l n="210">Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν</l><l n="211">ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο</l><l n="212">ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.</l><l n="213">τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας</l><l n="214">ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα</l><l n="215">ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων</l><l n="216">εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι</l><l n="217">ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι</l><l n="218">Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ·</l><q><l n="219">Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ</l><l n="220">οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;</l></q><l n="221"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="222">ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε</l><l n="223">γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.</l><l n="224">οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ</l></q></div></div></body></text></TEI>