νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί. Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν· Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε, ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο, ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου· Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι. καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι, βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν. Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ. τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ· Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν; τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν. οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ