<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="19">ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.</l><l n="20">τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ</l><l n="21">Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης</l><l n="22">χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.</l><l n="23">ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω</l><l n="24">ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,</l><l n="25">χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην</l><l n="26">χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,</l><l n="27">βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ</l><l n="28">πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·</l><l n="29">γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο</l><l n="30">ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων·</l><l n="31">τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.</l><milestone ed="p" n="32" unit="card"/><l n="32"><milestone ed="P" unit="para"/>ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης</l><l n="33">μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·</l><l n="34">ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων</l><l n="35">λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ</l><l n="36">ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας</l><l n="37">ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν</l><l n="38">νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.</l><l n="39"><milestone ed="P" unit="para"/>Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ</l><l n="40">Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο</l><l n="41">ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν</l><l n="42">αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους.</l><l n="43">ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος</l><l n="44">Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν</l><l n="45">εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·</l><l n="46">Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·</l><q><l n="47">Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν</l><l n="48">ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.</l><l n="49">ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους</l><l n="50">Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·</l><l n="51">ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·</l><l n="52">τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,</l><l n="53">ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει</l><l n="54">Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι.</l><l n="55">σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν</l><l n="56">αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·</l><l n="57">τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν</l><l n="58">ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.</l></q><milestone ed="p" n="59" unit="card"/><l n="59"><milestone ed="P" unit="para"/>ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος</l><l n="60">ἀμφοτέρω κεκοπὼς <!-- keko/pwn in 1920 reprint --> πλῆσεν μένεος κρατεροῖο,</l><l n="61">γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.</l><l n="62">αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,</l><l n="63">ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς</l><l n="64">ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,</l><l n="65">ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.</l><l n="66">τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,</l><l n="67">αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·</l><q><l n="68">Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι</l><l n="69">μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,</l><l n="70">οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·</l><l n="71">ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων</l><l n="72">ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·</l><l n="73">καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι</l><l n="74">μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,</l><l n="75">μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.</l></q><l n="76"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·</l><q><l n="77">οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι</l><l n="78">μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν</l><l n="79">ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος</l><l n="80">Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.</l><milestone ed="p" n="81" unit="card"/></q><l n="81"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον</l><l n="82">χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·</l><l n="83">τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,</l><l n="84">οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.</l><l n="85">τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,</l><l n="86">καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι</l><l n="87">Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.</l><l n="88">τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον·</l><l n="89">οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων</l><l n="90">ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.</l><l n="91">Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων</l><l n="92">Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε</l><l n="93">Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·</l><l n="94">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="95">αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε</l><l n="96">μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·</l><l n="97">εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,</l><l n="98">νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.</l><l n="99">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι</l><l n="100">δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον,</l><l n="101">Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ</l><l n="102">φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην</l><l n="103">θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται</l><l n="104">αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη·</l><l n="105">ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν</l><l n="106">μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν·</l><l n="107">νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται</l><l n="108">ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,</l><l n="109">οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι</l><l n="110">νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς.</l><l n="111">ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν</l><l n="112">ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="113">οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,</l><l n="114">ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.</l><l n="115">ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.</l><l n="116">ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς</l><l n="117">πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε</l><l n="118">ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη</l><l n="119">λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.</l><l n="120">ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον</l><l n="121">τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος</l><l n="122">αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.</l><l n="123">Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει</l><l n="124">καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.</l><milestone ed="p" n="125" unit="card"/></q><l n="125"><milestone ed="P" unit="para"/>ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.</l><l n="126">ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες</l><l n="127">καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν</l><l n="128">οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι</l><l n="129">κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,</l><l n="130">φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·</l><l n="131">ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·</l><l n="132">ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι</l><l n="133">νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·</l><l n="134">ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν</l><l n="135">σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.</l><l n="136"><milestone ed="P" unit="para"/>Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ</l><l n="137">ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,</l><l n="138">ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ</l><l n="139">ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·</l><l n="140">ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ</l><l n="141">ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται</l><l n="142">ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·</l><l n="143">ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης</l><l n="144">ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="145">κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι</l><l n="146">στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν</l><l n="147">νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν</l><l n="148">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><l n="149">ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·</l><q><l n="150">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="151">παρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ</l><l n="152">καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,</l><l n="153">ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με</l><l n="154">ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.</l><milestone ed="p" n="155" unit="card"/></q><l n="155"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="156">Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει</l><l n="157">Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="158">κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.</l><l n="159">Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ</l><l n="160">καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="161">ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν</l><l n="162">ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ</l><l n="163">ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ</l><l n="164">ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="165">ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς</l><l n="166">ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.</l><l n="167">βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="168">οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.</l><l n="169"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.</l><l n="170">Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα</l><l n="171">Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·</l><l n="172">ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,</l><l n="173">κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·</l><l n="174">αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,</l><l n="175">ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,</l><l n="176">ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.</l><l n="177">τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ</l><l n="178">νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς</l><l n="179">ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο</l><l n="180">χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·</l><l n="181">ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.</l><l n="182">Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·</l><l n="183">Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="184">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος</l><l n="185">τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος</l><l n="186">νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·</l><l n="187">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="188">Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν</l><l n="189">κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·</l><l n="190">Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ</l><l n="191">Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ</l><l n="192">σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα,</l><l n="193">ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω</l><l n="194">νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.</l><milestone ed="p" n="195" unit="card"/><l n="195">Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς</l></div></div></body></text></TEI>