βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο. οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει. Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν· ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην· αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι. τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ· ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι· Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί· δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο· Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα, ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί. Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν· Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε, ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο, ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου· Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι. καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι, βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν. Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ. τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ· Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν; τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν. οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς. ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα, ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι· τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων· Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο, ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι. ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε. συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν, νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν· Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε, βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί· ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος· Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα; ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή, ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι. τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων, ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται