<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="158">κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.</l><l n="159">Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ</l><l n="160">καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="161">ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν</l><l n="162">ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ</l><l n="163">ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ</l><l n="164">ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="165">ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς</l><l n="166">ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.</l><l n="167">βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="168">οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.</l><l n="169"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.</l><l n="170">Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα</l><l n="171">Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·</l><l n="172">ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,</l><l n="173">κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·</l><l n="174">αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,</l><l n="175">ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,</l><l n="176">ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.</l><l n="177">τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ</l><l n="178">νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς</l><l n="179">ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο</l><l n="180">χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·</l><l n="181">ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.</l><l n="182">Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·</l><l n="183">Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="184">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος</l><l n="185">τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος</l><l n="186">νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·</l><l n="187">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="188">Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν</l><l n="189">κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·</l><l n="190">Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ</l><l n="191">Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ</l><l n="192">σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα,</l><l n="193">ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω</l><l n="194">νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.</l><milestone ed="p" n="195" unit="card"/><l n="195">Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς</l><l n="196">ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·</l><l n="197">Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς</l><l n="198">ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων</l><l n="199">ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ</l><l n="200">ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,</l><l n="201">ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ</l><l n="202">τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς</l><l n="203">κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,</l><l n="204">ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου·</l><l n="205">Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.</l><l n="206"><milestone ed="P" unit="para"/>καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη</l><l n="207">υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="208">βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="209">ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.</l><l n="210">Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν</l><l n="211">ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο</l><l n="212">ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.</l><l n="213">τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας</l><l n="214">ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα</l><l n="215">ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων</l><l n="216">εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι</l><l n="217">ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι</l><l n="218">Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ·</l><q><l n="219">Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ</l><l n="220">οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;</l></q><l n="221"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l></div></div></body></text></TEI>