<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><q><l n="109">οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι</l><l n="110">νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς.</l><l n="111">ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν</l><l n="112">ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="113">οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,</l><l n="114">ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.</l><l n="115">ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.</l><l n="116">ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς</l><l n="117">πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε</l><l n="118">ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη</l><l n="119">λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.</l><l n="120">ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον</l><l n="121">τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος</l><l n="122">αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.</l><l n="123">Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει</l><l n="124">καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.</l><milestone ed="p" n="125" unit="card"/></q><l n="125"><milestone ed="P" unit="para"/>ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.</l><l n="126">ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες</l><l n="127">καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν</l><l n="128">οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι</l><l n="129">κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,</l><l n="130">φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·</l><l n="131">ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·</l><l n="132">ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι</l><l n="133">νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·</l><l n="134">ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν</l><l n="135">σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.</l><l n="136"><milestone ed="P" unit="para"/>Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ</l><l n="137">ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,</l><l n="138">ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ</l><l n="139">ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·</l><l n="140">ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ</l><l n="141">ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται</l><l n="142">ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·</l><l n="143">ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης</l><l n="144">ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="145">κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι</l><l n="146">στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν</l><l n="147">νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν</l><l n="148">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><l n="149">ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·</l><q><l n="150">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="151">παρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ</l><l n="152">καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,</l><l n="153">ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με</l><l n="154">ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.</l><milestone ed="p" n="155" unit="card"/></q><l n="155"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="156">Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει</l><l n="157">Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="158">κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.</l><l n="159">Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ</l><l n="160">καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="161">ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν</l><l n="162">ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ</l><l n="163">ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ</l><l n="164">ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="165">ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς</l><l n="166">ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.</l><l n="167">βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="168">οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.</l><l n="169"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.</l><l n="170">Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα</l><l n="171">Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·</l><l n="172">ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,</l><l n="173">κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·</l><l n="174">αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,</l><l n="175">ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,</l><l n="176">ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.</l><l n="177">τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ</l><l n="178">νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς</l><l n="179">ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο</l><l n="180">χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·</l><l n="181">ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.</l><l n="182">Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·</l><l n="183">Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="184">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος</l><l n="185">τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος</l><l n="186">νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·</l><l n="187">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="188">Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν</l><l n="189">κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·</l><l n="190">Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ</l><l n="191">Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ</l><l n="192">σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα,</l><l n="193">ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω</l><l n="194">νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.</l><milestone ed="p" n="195" unit="card"/><l n="195">Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς</l><l n="196">ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·</l><l n="197">Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς</l><l n="198">ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων</l><l n="199">ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ</l><l n="200">ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,</l><l n="201">ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ</l><l n="202">τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς</l><l n="203">κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,</l><l n="204">ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου·</l><l n="205">Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.</l><l n="206"><milestone ed="P" unit="para"/>καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη</l><l n="207">υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="208">βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="209">ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.</l><l n="210">Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν</l><l n="211">ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο</l><l n="212">ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.</l><l n="213">τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας</l><l n="214">ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα</l><l n="215">ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων</l><l n="216">εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι</l><l n="217">ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι</l><l n="218">Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ·</l><q><l n="219">Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ</l><l n="220">οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;</l></q><l n="221"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="222">ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε</l><l n="223">γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.</l><l n="224">οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ</l><l n="225">εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω</l><l n="226">μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι</l><l n="227">νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.</l><l n="228">ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,</l><l n="229">ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·</l><l n="230">τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.</l><milestone ed="p" n="231" unit="card"/></q><l n="231"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·</l><q><l n="232">Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν</l><l n="233">ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο,</l><l n="234">ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.</l><l n="235">ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ</l><l n="236">σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.</l><l n="237">συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,</l><l n="238">νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.</l></q><l n="239"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·</l><l n="240">Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε</l><l n="241">δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,</l><l n="242">βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων</l><l n="243">χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου</l><l n="244">δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·</l><l n="245">ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.</l><l n="246">Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν</l><l n="247">ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει</l><l n="248">οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·</l><q><l n="249">Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων</l><l n="250">τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;</l><l n="251">ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,</l><l n="252">ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς</l><l n="253">ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.</l></q><l n="254"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·</l><q><l n="255">Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,</l><l n="256">ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται</l><l n="257">οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον</l><l n="258">ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.</l></q><l n="259"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="260">δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις</l><l n="261">ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα</l><l n="262">Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω</l><l n="263">ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.</l><l n="264">τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι</l><l n="265">καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.</l></q><milestone ed="p" n="266" unit="card"/><l n="266"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·</l><q><l n="267">καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="268">πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι.</l><l n="269">οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,</l><l n="270">ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν</l><l n="271">ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.</l><l n="272">ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων</l><l n="273">λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.</l></q><l n="274"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="275">οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;</l><l n="276">εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι</l><l n="277">ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν,</l><l n="278">ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη·</l><l n="279">τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,</l><l n="280">οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός,</l><l n="281">ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει,</l><l n="282">ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει</l><l n="283">κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων·</l><l n="284">τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην</l><l n="285">ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,</l><l n="286">ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·</l><l n="287">οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.</l><l n="288">εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης</l><l n="289">οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,</l><l n="290">ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε</l><l n="291">πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.</l><l n="292">ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς</l><l n="293">ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·</l><l n="294">ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.</l><milestone ed="p" n="295" unit="card"/></q><l n="295"><milestone ed="P" unit="para"/>ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="296">καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,</l><l n="297">βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.</l><l n="298">οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,</l><l n="299">τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς</l><l n="300">ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·</l><l n="301">τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,</l><l n="302">ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε</l><l n="303">ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·</l><l n="304">τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν</l><l n="305">ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.</l><l n="306">τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·</l><q><l n="307">Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;</l><l n="308">ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,</l><l n="309">ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω</l><l n="310">δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.</l></q><l n="311"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="312">νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι</l><l n="313">Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν</l><l n="314">τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·</l><l n="315">οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο</l><l n="316">Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.</l><l n="317">αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι</l><l n="318">κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους</l><l n="319">νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων</l><l n="320">ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.</l><l n="321">ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,</l><l n="322">ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν</l><l n="323">χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.</l><l n="324">οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν</l><l n="325">ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.</l><l n="326">νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα</l><l n="327">εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.</l><milestone ed="p" n="328" unit="card"/></q><l n="328"><milestone ed="P" unit="para"/>ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="329">ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,</l><l n="330"><milestone ed="P" unit="para"/>οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν</l><l n="331">αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,</l><l n="332">κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·</l><l n="333">τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.</l><l n="334">ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι</l><l n="335">ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,</l><l n="336">οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,</l><l n="337">ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ</l><l n="338">ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.</l><l n="339">ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι</l><l n="340">μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν</l><l n="341">αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων</l><l n="342">θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν</l><l n="343">ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη</l><l n="344">ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.</l><l n="345"><milestone ed="P" unit="para"/>τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ</l><l n="346">ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.</l><l n="347">Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην</l><l n="348">κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν</l><l n="349">ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,</l><l n="350">ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.</l><l n="351">Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν</l><l n="352">λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα</l><l n="353">Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.</l><l n="354">ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,</l><l n="355">ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.</l><l n="356">τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,</l><l n="357">λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.</l><l n="358">τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο</l><l n="359">πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν</l><l n="360">ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.</l><milestone ed="p" n="361" unit="card"/><l n="361"><milestone ed="P" unit="para"/>ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας</l><l n="362">Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.</l><l n="363">πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,</l><l n="364">ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,</l><l n="365">ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην</l><l n="366">Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,</l><l n="367">ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.</l><l n="368">τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε</l><l n="369">δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.</l><l n="370">Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,</l><l n="371">καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ</l><l n="372">χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.</l><l n="373">δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·</l><q><l n="374">Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων</l><l n="375">εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης</l><l n="376">Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.</l><l n="377">καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,</l><l n="378">δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην</l><l n="379">Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν</l><l n="380">Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.</l><l n="381">ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν</l></q></div></div></body></text></TEI>