Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη· ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν· νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν, οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς. ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα, ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο. ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν. ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι. ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν. Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα. ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς. ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον, φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ· ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·