<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><q><l n="77">αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες</l><l n="78">Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ</l><l n="79">οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.</l><milestone ed="p" n="80" unit="card"/></q><l n="80"><milestone ed="P" unit="para"/>ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,</l><l n="81">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.</l><l n="82">οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο,</l><l n="83">ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.</l><l n="84">ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος</l><l n="85">ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ·</l><l n="86">οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες</l><l n="87">πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.</l><l n="88"><milestone ed="P" unit="para"/>οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,</l><l n="89">οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα</l><l n="90">τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.</l><l n="91">καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν</l><l n="92">ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.</l><l n="93">τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,</l><l n="94">τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς</l><l n="95">υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως</l><l n="96">Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι</l><l n="97">αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.</l><l n="98">τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο</l><l n="99">Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε</l><l n="100">Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.</l><l n="101">Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων,</l><l n="102">πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·</l><l n="103">οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι</l><l n="104">τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων.</l><l n="105">οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι</l><l n="106">βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο</l><l n="107">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><milestone ed="p" n="108" unit="card"/><l n="108"><milestone ed="P" unit="para"/>ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="109">βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·</l><l n="110">ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν</l><l n="111">αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,</l><l n="112">ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι</l><l n="113">νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας</l><l n="114">ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν</l><l n="115">ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·</l><l n="116">πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν</l><l n="117">ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.</l><l n="118">εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ</l><l n="119">ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·</l><l n="120">τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν</l><l n="121">εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,</l><l n="122">ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων</l><l n="123">ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.</l><l n="124">τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="125">ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς</l><l n="126">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι</l><l n="127">νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους</l><l n="128">υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,</l><l n="129">τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,</l><l n="130">τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.</l><l n="131">τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων</l><l n="132">ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,</l><l n="133">αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα</l><l n="134">ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι·</l><l n="135">ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι</l><l n="136">μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.</l><l n="137">οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας</l><l n="138">ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ</l><l n="139">Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην</l><l n="140">Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.</l><l n="141">οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="142">ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·</l><l n="143">αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν</l><l n="144">Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,</l><l n="145">ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην</l><l n="146">ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν</l><l n="147">ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,</l><l n="148">δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην</l><l n="149">πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων</l><l n="150">γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·</l><l n="151">ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς</l><l n="152">ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο</l><l n="153">λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.</l><milestone ed="p" n="153" unit="card"/><l n="154">οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων</l><l n="155">βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων</l><l n="156">νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,</l><l n="157">ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας</l><l n="158">ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·</l><l n="159">ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν</l><l n="160">ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν</l><l n="161">βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.</l><l n="162">δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ</l><l n="163">Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·</l><q><l n="164">Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο</l><l n="165">πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς</l><l n="166">σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.</l><l n="167">οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι</l><l n="168">οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,</l><l n="169">οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες</l><l n="170">ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,</l><l n="171">ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε</l><l n="172">χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.</l></q><l n="173"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων·</l><l n="174">Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.</l><l n="175"><milestone ed="P" unit="para"/>ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·</l><l n="176">ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·</l><l n="177">πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ</l><l n="178">λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ</l><l n="179">νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν</l><l n="180">πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.</l><l n="181">σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.</l><l n="182"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης</l><l n="183">δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·</l><l n="184">οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ</l><l n="185">αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ</l><l n="186">ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·</l><l n="187">αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.</l><l n="188">υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος</l><l n="189">Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.</l><l n="190">αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="191">Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου</l><l n="192">πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη·</l><l n="193">αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην</l><l n="194">πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.</l><milestone ed="p" n="195" unit="card"/><l n="195"><milestone ed="P" unit="para"/>ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα,</l><l n="196">τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,</l><l n="197">οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα</l><l n="198">τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,</l><l n="199">οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.</l><l n="200">ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν</l><l n="201">αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων</l><l n="202">φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον</l><l n="203">ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,</l><l n="204">κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν</l><l n="205">ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε</l><l n="206">ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ,</l><l n="207">αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.</l><l n="208">Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν</l><l n="209">κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.</l><l n="210">δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·</l><q><l n="211">Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν</l><l n="212">ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε</l><l n="213">δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ</l><l n="214">οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·</l><l n="215">νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="216">μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.</l></q></div></div></body></text></TEI>