<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><q><l n="66">ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.</l><l n="67">εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει</l><l n="68">Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,</l><l n="69">ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,</l><l n="70">νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς·</l><l n="71">εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται</l><l n="72">ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,</l><l n="73">οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι</l><l n="74">ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.</l><l n="75">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="76">ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,</l><l n="77">αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες</l><l n="78">Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ</l><l n="79">οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.</l><milestone ed="p" n="80" unit="card"/></q><l n="80"><milestone ed="P" unit="para"/>ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,</l><l n="81">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.</l><l n="82">οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο,</l><l n="83">ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.</l><l n="84">ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος</l><l n="85">ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ·</l><l n="86">οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες</l><l n="87">πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.</l><l n="88"><milestone ed="P" unit="para"/>οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,</l><l n="89">οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα</l><l n="90">τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.</l><l n="91">καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν</l><l n="92">ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.</l><l n="93">τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,</l><l n="94">τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς</l><l n="95">υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως</l><l n="96">Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι</l><l n="97">αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.</l><l n="98">τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο</l><l n="99">Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε</l><l n="100">Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.</l><l n="101">Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων,</l><l n="102">πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·</l><l n="103">οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι</l><l n="104">τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων.</l><l n="105">οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι</l><l n="106">βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο</l><l n="107">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><milestone ed="p" n="108" unit="card"/><l n="108"><milestone ed="P" unit="para"/>ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="109">βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·</l></div></div></body></text></TEI>