ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω. εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν, ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι, νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς· εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ, οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ, αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται. ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων, αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο, ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον. ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ· οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο. οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι, οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι. καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ. τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ, τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων, πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον· οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων. οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·