<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><l n="52">χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος</l><l n="53">εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι</l><l n="54">ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν</l><l n="55">ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν</l><l n="56">ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν</l><l n="57">πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.</l><l n="58">ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων</l><l n="59">ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.</l><l n="60">δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·</l><q><l n="61">Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων</l><l n="62">ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·</l><l n="63">ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ</l><l n="64">ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν,</l><l n="65">ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι</l><l n="66">ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.</l><l n="67">εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει</l><l n="68">Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,</l><l n="69">ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,</l><l n="70">νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς·</l><l n="71">εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται</l><l n="72">ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,</l><l n="73">οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι</l><l n="74">ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.</l><l n="75">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="76">ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,</l><l n="77">αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες</l><l n="78">Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ</l><l n="79">οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.</l><milestone ed="p" n="80" unit="card"/></q><l n="80"><milestone ed="P" unit="para"/>ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,</l><l n="81">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.</l><l n="82">οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο,</l><l n="83">ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.</l><l n="84">ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος</l><l n="85">ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ·</l><l n="86">οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες</l><l n="87">πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.</l><l n="88"><milestone ed="P" unit="para"/>οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,</l><l n="89">οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα</l><l n="90">τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.</l><l n="91">καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν</l><l n="92">ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.</l><l n="93">τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,</l><l n="94">τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς</l><l n="95">υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως</l><l n="96">Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι</l><l n="97">αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.</l><l n="98">τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο</l><l n="99">Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε</l><l n="100">Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.</l><l n="101">Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων,</l><l n="102">πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·</l><l n="103">οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι</l><l n="104">τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων.</l><l n="105">οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι</l><l n="106">βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο</l><l n="107">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><milestone ed="p" n="108" unit="card"/><l n="108"><milestone ed="P" unit="para"/>ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="109">βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·</l><l n="110">ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν</l><l n="111">αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,</l><l n="112">ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι</l><l n="113">νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας</l><l n="114">ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν</l><l n="115">ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·</l><l n="116">πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν</l><l n="117">ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.</l><l n="118">εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ</l><l n="119">ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·</l><l n="120">τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν</l><l n="121">εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,</l><l n="122">ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων</l><l n="123">ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.</l><l n="124">τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="125">ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς</l><l n="126">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι</l><l n="127">νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους</l><l n="128">υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,</l><l n="129">τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,</l><l n="130">τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.</l><l n="131">τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων</l><l n="132">ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,</l><l n="133">αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα</l><l n="134">ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι·</l><l n="135">ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι</l><l n="136">μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.</l><l n="137">οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας</l><l n="138">ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ</l><l n="139">Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην</l><l n="140">Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.</l><l n="141">οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="142">ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·</l><l n="143">αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν</l><l n="144">Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,</l><l n="145">ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην</l><l n="146">ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν</l><l n="147">ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,</l><l n="148">δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην</l><l n="149">πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων</l><l n="150">γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·</l><l n="151">ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς</l><l n="152">ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο</l><l n="153">λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.</l><milestone ed="p" n="153" unit="card"/><l n="154">οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων</l><l n="155">βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων</l><l n="156">νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,</l><l n="157">ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας</l><l n="158">ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·</l><l n="159">ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν</l><l n="160">ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν</l><l n="161">βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.</l><l n="162">δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ</l><l n="163">Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·</l><q><l n="164">Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο</l><l n="165">πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς</l><l n="166">σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.</l><l n="167">οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι</l><l n="168">οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,</l><l n="169">οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες</l><l n="170">ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,</l><l n="171">ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε</l><l n="172">χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.</l></q><l n="173"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων·</l><l n="174">Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.</l><l n="175"><milestone ed="P" unit="para"/>ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·</l><l n="176">ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·</l><l n="177">πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ</l><l n="178">λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ</l><l n="179">νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν</l><l n="180">πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.</l><l n="181">σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.</l><l n="182"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης</l><l n="183">δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·</l><l n="184">οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ</l><l n="185">αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ</l><l n="186">ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·</l><l n="187">αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.</l><l n="188">υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος</l><l n="189">Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.</l><l n="190">αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="191">Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου</l><l n="192">πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη·</l><l n="193">αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην</l><l n="194">πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.</l><milestone ed="p" n="195" unit="card"/><l n="195"><milestone ed="P" unit="para"/>ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα,</l><l n="196">τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,</l><l n="197">οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα</l><l n="198">τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,</l><l n="199">οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.</l><l n="200">ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν</l><l n="201">αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων</l><l n="202">φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον</l><l n="203">ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,</l><l n="204">κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν</l><l n="205">ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε</l><l n="206">ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ,</l><l n="207">αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.</l><l n="208">Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν</l><l n="209">κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.</l><l n="210">δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·</l><q><l n="211">Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν</l><l n="212">ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε</l><l n="213">δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ</l><l n="214">οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·</l><l n="215">νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="216">μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.</l><l n="217">ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε</l><l n="218">Τρωσὶν ὅδʼ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν</l><l n="219">αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων</l><l n="220">φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον</l><l n="221">ζωόν· ἄφαρ δʼ ἀφέηκε πάρος φίλα οἰκίʼ ἱκέσθαι,</l><l n="222">οὐδʼ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.</l><l n="223">ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν</l><l n="224">ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δʼ Ἀχαιοί,</l><l n="225">οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθʼ αὐτὰ κέλευθα·</l><l n="226">πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ</l><l n="227">χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.</l><l n="228">ὧδέ χʼ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ</l><l n="229">εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.</l></q><milestone ed="p" n="230" unit="card"/><l n="230"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="231">Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·</l><l n="232">οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.</l><l n="233">εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,</l><l n="234">ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,</l><l n="235">ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι</l><l n="236">βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·</l><l n="237">τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις</l><l n="238">πείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζω</l><l n="239">εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="240">εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.</l><l n="241">ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,</l><l n="242">ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.</l><l n="243">εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.</l><l n="244">τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;</l><l n="245">εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες</l><l n="246">νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι·</l><l n="247">οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.</l><l n="248">εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλον</l><l n="249">παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,</l><l n="250">αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.</l></q><l n="251"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="252">ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος</l><l n="253">ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,</l><l n="254">ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν</l><l n="255">θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.</l><l n="256">τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι</l><l n="257">ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.</l><l n="258">κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,</l><l n="259">στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶ</l><l n="260">πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.</l><l n="261">τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν</l><l n="262">ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,</l><l n="263">ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις</l><l n="264">βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.</l><l n="265"><milestone ed="P" unit="para"/>ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων</l><l n="266">πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.</l><l n="267">ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι</l><l n="268">νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·</l><q><l n="269">ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις</l><l n="270">ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι</l><l n="271">ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·</l><l n="272">καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω</l><l n="273">τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,</l><l n="274">ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,</l><l n="275">αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς</l><l n="276">νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.</l><milestone ed="p" n="277" unit="card"/></q><l n="277"><milestone ed="P" unit="para"/>ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.</l><l n="278">τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ</l><l n="279">ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς</l><l n="280">νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·</l><l n="281">κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ</l><l n="282">ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους</l><l n="283">καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,</l><l n="284">καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,</l><l n="285">κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα</l><l n="286">εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·</l><l n="287">ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,</l><l n="288">αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς,</l><l n="289">βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.</l><l n="290"><milestone ed="P" unit="para"/>οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ</l><l n="291">τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,</l><l n="292">εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς</l><l n="293">ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν.</l><l n="294">αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην</l><l n="295">καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς</l><l n="296">ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς</l><l n="297">χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.</l><l n="298">τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων</l><l n="299">βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς</l><l n="300">δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ</l><l n="301">μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·</l><l n="302">εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας</l><l n="303">σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,</l><l n="304">οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,</l><l n="305">ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς</l><l n="306">ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·</l><l n="307">ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε</l><l n="308">τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.</l><l n="309">αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο·</l><q><l n="310">Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα</l><l n="311">ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν</l><l n="312">ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,</l><l n="313">καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας</l><l n="314">καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;</l><l n="315">τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας</l><l n="316">ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,</l><l n="317">ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων·</l><q><l n="318">οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν</l><l n="319">ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα</l><l n="320">οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς</l><l n="321">ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.</l></q><l n="322">ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε</l><l n="323">αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε</l><l n="324">ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην</l><l n="325">οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·</l><l n="326">νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο</l><l n="327">μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι,</l><l n="328">ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.</l><milestone ed="p" n="329" unit="card"/></q><l n="329"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε·</l><l n="330">τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.</l><l n="331">τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς·</l><l n="332">τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.</l><l n="333">πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο</l><l n="334">ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·</l><l n="335">ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω</l><l n="336">ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα</l><l n="337">ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·</l><l n="338">τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε,</l><l n="339">βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν</l><l n="340">καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς</l><l n="341">ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.</l><l n="342">αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην·</l><q><l n="343">ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,</l><l n="344">ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων</l><l n="345">εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.</l><l n="346">ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ</l><l n="347">ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.</l><l n="348">εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,</l><l n="349">ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,</l><l n="350">καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.</l></q><l n="351"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,</l><l n="352">βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="353">στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·</l><q><l n="354">Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων</l><l n="355">ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς</l><l n="356">κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον</l><l n="357">ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων</l><l n="358">εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·</l><l n="359">ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ</l><l n="360">ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.</l><l n="361">εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,</l><l n="362">ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,</l><l n="363">καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.</l><milestone ed="p" n="364" unit="card"/></q><l n="364"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.</l><l n="365">αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="366">Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,</l><l n="367">ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·</l><l n="368">αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·</l><l n="369">αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.</l></q><l n="370"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,</l><l n="371">καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος·</l><l n="372">τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.</l><l n="373">εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο</l><l n="374">τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο,</l><l n="375">οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι</l><l n="376">ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·</l><l n="377">σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή.</l><l n="378"><milestone ed="P" unit="para"/>Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα</l><l n="379">Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον</l><l n="380">μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς</l><l n="381">κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα</l><l n="382">χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν,</l><l n="383">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας,</l><l n="384">θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε</l><l n="385">πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς</l><l n="386">κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.</l><l n="387">Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο</l><l n="388">ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,</l><l n="389">ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.</l><l n="390">ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν</l><l n="391">βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.</l><l n="392">Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος</l><l n="393">αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης,</l><l n="394">ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας</l><l n="395">νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ</l><l n="396">πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,</l><l n="397">Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν</l><l n="398">ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε</l><l n="399">τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.</l><milestone ed="p" n="400" unit="card"/><l n="400"><milestone ed="P" unit="para"/>τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ</l><l n="401">βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν</l><l n="402">ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε</l><l n="403">παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·</l><l n="404">Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ</l><l n="405">ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.</l><l n="406">χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν</l><l n="407">χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.</l><l n="408">κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·</l><q><l n="409">ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς;</l><l n="410">ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι</l><l n="411">μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·</l><l n="412">ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.</l></q><l n="413"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν</l><l n="414">μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.</l><l n="415">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας</l><l n="416">τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·</l><l n="417">οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο</l><l n="418">τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,</l><l n="419">οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο</l><l n="420">τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.</l><l n="421">ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον</l><l n="422">μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,</l><l n="423">ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,</l><l n="424">ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων</l><l n="425">δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας</l><l n="426">ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.</l><l n="427">πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,</l><l n="428">ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη</l><l n="429">μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.</l><l n="430">πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν</l><l n="431">ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.</l><l n="432">ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,</l><l n="433">ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,</l><l n="434">ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει</l><l n="435">ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·</l><l n="436">ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,</l><l n="437">πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε</l><l n="438">Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.</l><l n="439">ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·</l><q><l n="440">ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος</l><l n="441">Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.</l><milestone ed="p" n="442" unit="card"/></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον,</l><l n="443">ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα</l><l n="444">κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες,</l><l n="445">Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων</l><l n="446">ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν</l><l n="447">ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω</l><l n="448">ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν,</l><l n="449">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.</l><l n="450">τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.</l><l n="451">ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς</l><l n="452">χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,</l><l n="453">ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,</l><l n="454">αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας</l><l n="455">δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες</l><l n="456">εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.</l><l n="457">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας</l></div></div></body></text></TEI>