ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον· ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον· οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον, οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν. ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ, ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης, ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ, ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς. πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν. ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν, ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής, ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται· ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε, πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν. ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς· ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.