<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><l n="406">χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν</l><l n="407">χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.</l><l n="408">κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·</l><q><l n="409">ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς;</l><l n="410">ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι</l><l n="411">μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·</l><l n="412">ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.</l></q><l n="413"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν</l><l n="414">μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.</l><l n="415">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας</l><l n="416">τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·</l><l n="417">οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο</l><l n="418">τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,</l><l n="419">οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο</l><l n="420">τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.</l><l n="421">ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον</l><l n="422">μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,</l><l n="423">ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,</l><l n="424">ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων</l><l n="425">δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας</l><l n="426">ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.</l><l n="427">πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,</l><l n="428">ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη</l><l n="429">μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.</l><l n="430">πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν</l><l n="431">ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.</l><l n="432">ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,</l><l n="433">ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,</l><l n="434">ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει</l><l n="435">ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·</l><l n="436">ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,</l><l n="437">πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε</l><l n="438">Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.</l><l n="439">ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·</l><q><l n="440">ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος</l><l n="441">Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.</l><milestone ed="p" n="442" unit="card"/></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον,</l><l n="443">ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα</l><l n="444">κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες,</l><l n="445">Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων</l><l n="446">ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν</l><l n="447">ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω</l><l n="448">ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν,</l><l n="449">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.</l><l n="450">τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.</l><l n="451">ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς</l><l n="452">χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,</l><l n="453">ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,</l><l n="454">αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας</l><l n="455">δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες</l><l n="456">εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.</l><l n="457">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας</l><l n="458">εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,</l><l n="459">ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω</l><l n="460">βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆες</l><l n="461">ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη</l><l n="462">λᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ</l><l n="463">νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ</l><l n="464">σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ</l><l n="465">δοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας</l><l n="466">νόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει.</l><l n="467">κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον</l><l n="468">τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο.</l><l n="469">αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς</l><l n="470">ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν</l><l n="471">νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.</l></div><div type="textpart" subtype="Book" n="13"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,</l><l n="2">τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν</l><l n="3">νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ</l><l n="4">νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν</l><l n="5">Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν</l><l n="6">γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.</l><l n="7">ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·</l><l n="8">οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν</l><l n="9">ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.</l><l n="10"><milestone ed="P" unit="para"/>οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·</l><l n="11">καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε</l><l n="12">ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης</l><l n="13">Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,</l><l n="14">φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.</l><l n="15">ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς</l><l n="16">Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.</l><l n="17"><milestone ed="P" unit="para"/>αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος</l><l n="18">κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη</l><l n="19">ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.</l><l n="20">τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ</l><l n="21">Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης</l><l n="22">χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.</l><l n="23">ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω</l><l n="24">ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,</l><l n="25">χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην</l><l n="26">χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,</l><l n="27">βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ</l><l n="28">πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·</l><l n="29">γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο</l><l n="30">ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων·</l><l n="31">τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.</l><milestone ed="p" n="32" unit="card"/><l n="32"><milestone ed="P" unit="para"/>ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης</l><l n="33">μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·</l><l n="34">ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων</l><l n="35">λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ</l><l n="36">ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας</l><l n="37">ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν</l><l n="38">νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.</l><l n="39"><milestone ed="P" unit="para"/>Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ</l><l n="40">Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο</l><l n="41">ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν</l><l n="42">αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους.</l><l n="43">ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος</l><l n="44">Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν</l><l n="45">εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·</l><l n="46">Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·</l><q><l n="47">Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν</l><l n="48">ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.</l><l n="49">ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους</l><l n="50">Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·</l><l n="51">ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·</l><l n="52">τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,</l><l n="53">ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει</l><l n="54">Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι.</l><l n="55">σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν</l><l n="56">αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·</l><l n="57">τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν</l><l n="58">ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.</l></q><milestone ed="p" n="59" unit="card"/><l n="59"><milestone ed="P" unit="para"/>ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος</l><l n="60">ἀμφοτέρω κεκοπὼς <!-- keko/pwn in 1920 reprint --> πλῆσεν μένεος κρατεροῖο,</l><l n="61">γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.</l><l n="62">αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,</l><l n="63">ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς</l><l n="64">ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,</l><l n="65">ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.</l><l n="66">τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,</l><l n="67">αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·</l><q><l n="68">Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι</l><l n="69">μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,</l><l n="70">οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·</l><l n="71">ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων</l><l n="72">ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·</l><l n="73">καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι</l><l n="74">μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,</l><l n="75">μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.</l></q><l n="76"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·</l></div></div></body></text></TEI>