ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι. Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης, ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ, Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον. τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη· Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα. χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι. κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν· ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς; ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον· ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον· οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον, οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν. ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ, ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης, ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ, ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς. πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν. ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν, ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής, ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται· ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε, πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν. ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς· ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ. ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον, ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες, Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν, οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω. ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει, ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,