νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο· αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ· ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων· οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα· ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων· ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν· ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν. ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι. δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους· ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν, ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω. εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν, ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,