<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><l n="38">νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο</l><l n="39">Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·</l><l n="40">αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·</l><l n="41">ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι</l><l n="42">κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·</l><l n="43">οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες</l><l n="44">ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς</l><l n="45">αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ</l><l n="46">ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·</l><l n="47">ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·</l><l n="48">ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·</l><l n="49">ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους</l><l n="50">τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι</l><l n="51">τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ</l><l n="52">χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος</l><l n="53">εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι</l><l n="54">ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν</l><l n="55">ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν</l><l n="56">ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν</l><l n="57">πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.</l><l n="58">ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων</l><l n="59">ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.</l><l n="60">δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·</l><q><l n="61">Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων</l><l n="62">ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·</l><l n="63">ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ</l><l n="64">ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν,</l><l n="65">ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι</l><l n="66">ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.</l><l n="67">εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει</l><l n="68">Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,</l><l n="69">ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,</l><l n="70">νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς·</l><l n="71">εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται</l><l n="72">ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,</l><l n="73">οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι</l><l n="74">ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.</l><l n="75">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="76">ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,</l><l n="77">αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες</l><l n="78">Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ</l><l n="79">οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.</l><milestone ed="p" n="80" unit="card"/></q><l n="80"><milestone ed="P" unit="para"/>ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,</l><l n="81">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.</l><l n="82">οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο,</l><l n="83">ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.</l><l n="84">ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος</l><l n="85">ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ·</l><l n="86">οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες</l><l n="87">πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.</l><l n="88"><milestone ed="P" unit="para"/>οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,</l><l n="197">οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα</l></div></div></body></text></TEI>