<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><l n="378"><milestone ed="P" unit="para"/>Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα</l><l n="379">Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον</l><l n="380">μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς</l><l n="381">κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα</l><l n="382">χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν,</l><l n="383">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας,</l><l n="384">θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε</l><l n="385">πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς</l><l n="386">κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.</l><l n="387">Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο</l><l n="388">ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,</l><l n="389">ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.</l><l n="390">ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν</l><l n="391">βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.</l><l n="392">Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος</l><l n="393">αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης,</l><l n="394">ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας</l><l n="395">νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ</l><l n="396">πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,</l><l n="397">Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν</l><l n="398">ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε</l><l n="399">τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.</l><milestone ed="p" n="400" unit="card"/><l n="400"><milestone ed="P" unit="para"/>τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ</l><l n="401">βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν</l><l n="402">ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε</l><l n="403">παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·</l><l n="404">Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ</l><l n="405">ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.</l><l n="406">χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν</l><l n="407">χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.</l><l n="408">κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·</l><q><l n="409">ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς;</l></q></div></div></body></text></TEI>