<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><q><l n="368">αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·</l><l n="369">αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.</l></q><l n="370"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,</l><l n="371">καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος·</l><l n="372">τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.</l><l n="373">εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο</l><l n="374">τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο,</l><l n="375">οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι</l><l n="376">ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·</l><l n="377">σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή.</l><l n="378"><milestone ed="P" unit="para"/>Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα</l><l n="379">Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον</l><l n="380">μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς</l><l n="381">κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα</l><l n="382">χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν,</l><l n="383">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας,</l><l n="384">θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε</l><l n="385">πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς</l><l n="386">κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.</l><l n="387">Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο</l><l n="388">ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,</l><l n="389">ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.</l><l n="390">ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν</l><l n="391">βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.</l><l n="392">Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος</l><l n="393">αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης,</l><l n="394">ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας</l><l n="395">νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ</l><l n="396">πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,</l><l n="397">Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν</l><l n="398">ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε</l><l n="399">τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.</l><milestone ed="p" n="400" unit="card"/><l n="400"><milestone ed="P" unit="para"/>τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ</l><l n="401">βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν</l><l n="402">ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε</l><l n="403">παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·</l><l n="404">Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ</l><l n="405">ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.</l><l n="406">χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν</l><l n="407">χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.</l><l n="408">κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·</l><q><l n="409">ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς;</l><l n="410">ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι</l><l n="411">μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·</l><l n="412">ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.</l></q><l n="413"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν</l><l n="414">μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.</l><l n="415">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας</l><l n="416">τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·</l><l n="417">οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο</l><l n="418">τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,</l><l n="419">οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο</l><l n="420">τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.</l><l n="421">ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον</l><l n="422">μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,</l><l n="423">ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,</l><l n="424">ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων</l><l n="425">δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας</l><l n="426">ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.</l><l n="427">πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,</l><l n="428">ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη</l><l n="429">μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.</l><l n="430">πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν</l><l n="431">ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.</l><l n="432">ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,</l><l n="433">ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,</l><l n="434">ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει</l><l n="435">ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·</l><l n="436">ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,</l><l n="437">πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε</l><l n="438">Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.</l><l n="439">ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·</l><q><l n="440">ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος</l><l n="441">Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.</l><milestone ed="p" n="442" unit="card"/></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον,</l><l n="443">ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα</l><l n="444">κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες,</l><l n="445">Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων</l><l n="446">ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν</l><l n="447">ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω</l><l n="448">ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν,</l><l n="449">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.</l><l n="450">τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.</l><l n="451">ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς</l><l n="452">χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,</l><l n="453">ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,</l><l n="454">αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας</l><l n="455">δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες</l><l n="456">εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.</l><l n="457">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας</l></div></div></body></text></TEI>