<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><l n="286">εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·</l><l n="287">ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,</l><l n="288">αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς,</l><l n="289">βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.</l><l n="290"><milestone ed="P" unit="para"/>οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ</l><l n="291">τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,</l><l n="292">εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς</l><l n="293">ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν.</l><l n="294">αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην</l><l n="295">καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς</l><l n="296">ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς</l><l n="297">χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.</l><l n="298">τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων</l><l n="299">βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς</l><l n="300">δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ</l><l n="301">μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·</l><l n="302">εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας</l><l n="303">σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,</l><l n="304">οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,</l><l n="305">ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς</l><l n="306">ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·</l><l n="307">ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε</l><l n="308">τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.</l><l n="309">αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο·</l><q><l n="310">Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα</l><l n="311">ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν</l><l n="312">ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,</l><l n="313">καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας</l><l n="314">καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;</l><l n="315">τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας</l><l n="316">ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,</l><l n="317">ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων·</l><q><l n="318">οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν</l><l n="319">ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα</l><l n="320">οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς</l><l n="321">ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.</l></q><l n="322">ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε</l><l n="323">αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε</l><l n="324">ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην</l><l n="325">οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·</l><l n="326">νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο</l><l n="327">μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι,</l><l n="328">ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.</l><milestone ed="p" n="329" unit="card"/></q><l n="329"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε·</l><l n="330">τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.</l><l n="331">τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς·</l><l n="332">τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.</l><l n="333">πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο</l><l n="334">ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·</l><l n="335">ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω</l><l n="336">ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα</l><l n="337">ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·</l><l n="338">τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε,</l><l n="339">βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν</l><l n="340">καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς</l><l n="341">ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.</l><l n="342">αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην·</l><q><l n="343">ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,</l><l n="344">ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων</l><l n="345">εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.</l><l n="346">ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ</l><l n="347">ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.</l><l n="348">εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,</l><l n="349">ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,</l><l n="350">καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.</l></q><l n="351"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,</l><l n="352">βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="353">στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·</l><q><l n="354">Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων</l><l n="355">ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς</l><l n="356">κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον</l><l n="357">ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων</l><l n="358">εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·</l><l n="359">ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ</l><l n="360">ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.</l><l n="361">εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,</l><l n="362">ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,</l><l n="363">καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.</l><milestone ed="p" n="364" unit="card"/></q><l n="364"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.</l><l n="365">αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="366">Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,</l><l n="367">ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·</l><l n="368">αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·</l><l n="369">αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.</l></q><l n="370"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,</l><l n="371">καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος·</l><l n="372">τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.</l><l n="373">εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο</l><l n="374">τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο,</l><l n="375">οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι</l><l n="376">ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·</l><l n="377">σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή.</l><l n="378"><milestone ed="P" unit="para"/>Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα</l><l n="379">Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον</l><l n="380">μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς</l><l n="381">κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα</l><l n="382">χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν,</l><l n="383">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας,</l><l n="384">θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε</l><l n="385">πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς</l><l n="386">κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.</l><l n="387">Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο</l><l n="388">ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,</l><l n="389">ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.</l><l n="390">ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν</l><l n="391">βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.</l><l n="392">Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος</l><l n="393">αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης,</l><l n="394">ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας</l><l n="395">νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ</l><l n="396">πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,</l><l n="397">Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν</l><l n="398">ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε</l><l n="399">τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.</l><milestone ed="p" n="400" unit="card"/><l n="400"><milestone ed="P" unit="para"/>τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ</l><l n="401">βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν</l><l n="402">ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε</l><l n="403">παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·</l><l n="404">Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ</l><l n="405">ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.</l><l n="406">χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν</l><l n="407">χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.</l><l n="408">κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·</l><q><l n="409">ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς;</l><l n="410">ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι</l><l n="411">μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·</l><l n="412">ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.</l></q><l n="413"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν</l><l n="414">μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.</l><l n="415">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας</l><l n="416">τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·</l><l n="417">οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο</l><l n="418">τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,</l><l n="419">οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο</l><l n="420">τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.</l><l n="421">ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον</l><l n="422">μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,</l><l n="423">ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,</l><l n="424">ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων</l><l n="425">δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας</l><l n="426">ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.</l><l n="427">πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,</l><l n="428">ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη</l><l n="429">μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.</l><l n="430">πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν</l><l n="431">ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.</l><l n="432">ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,</l><l n="433">ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,</l><l n="434">ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει</l><l n="435">ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·</l><l n="436">ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,</l><l n="437">πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε</l><l n="438">Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.</l><l n="439">ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·</l><q><l n="440">ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος</l><l n="441">Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.</l><milestone ed="p" n="442" unit="card"/></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον,</l><l n="443">ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα</l><l n="444">κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες,</l><l n="445">Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων</l><l n="446">ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν</l><l n="447">ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω</l><l n="448">ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν,</l><l n="449">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.</l><l n="450">τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.</l><l n="451">ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς</l><l n="452">χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,</l><l n="453">ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,</l><l n="454">αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας</l><l n="455">δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες</l><l n="456">εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.</l><l n="457">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας</l><l n="458">εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,</l><l n="459">ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω</l><l n="460">βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆες</l><l n="461">ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη</l><l n="462">λᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ</l><l n="463">νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ</l><l n="464">σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ</l><l n="465">δοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας</l><l n="466">νόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει.</l><l n="467">κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον</l><l n="468">τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο.</l><l n="469">αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς</l><l n="470">ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν</l><l n="471">νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.</l></div><div type="textpart" subtype="Book" n="13"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,</l><l n="2">τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν</l><l n="3">νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ</l><l n="4">νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν</l></div></div></body></text></TEI>