ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα, καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς, κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος· ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί, αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς, βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει. οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα, εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν. αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον. τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα, οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι, ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι· ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις. αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο· Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι, καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας