βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας. ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν. ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν· ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι· καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας, ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε, αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι. ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν. τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα· κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα, καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς, κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος· ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί, αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς, βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει. οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα, εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν. αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον. τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα, οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι, ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι· ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις. αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο· Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι, καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο; τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι, ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων· οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται. ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν· νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι, ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν. ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε· τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε. τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς· τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες. πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι· ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν· τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε, βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν. αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην· ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον, ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος. ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν, ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς. ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων, στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα· Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος· ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν, ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας. αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα· Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης, ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι· αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο· αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω. ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας, καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος· τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα. εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο, οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες· σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή. Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν, οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας, θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός. Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο, ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης. ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι. Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης, ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ, Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον. τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη· Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.