<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><l n="26">συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.</l><l n="27">αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν</l><l n="28">ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε</l><l n="29">φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,</l><l n="30">λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον,</l><l n="31">αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε</l><l n="32">τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι</l><l n="33">κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.</l><milestone ed="p" n="34" unit="card"/><l n="34"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων</l><l n="35">θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει</l><l n="36">τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων</l><l n="37">βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες</l><l n="38">νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο</l><l n="39">Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·</l><l n="40">αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·</l><l n="41">ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι</l><l n="42">κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·</l><l n="43">οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες</l><l n="44">ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς</l><l n="45">αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ</l><l n="46">ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·</l><l n="47">ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·</l><l n="48">ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·</l><l n="49">ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους</l><l n="50">τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι</l><l n="51">τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ</l><l n="52">χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος</l><l n="53">εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι</l><l n="54">ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν</l><l n="55">ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν</l><l n="56">ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν</l><l n="57">πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.</l></div></div></body></text></TEI>