<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><q><l n="250">αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.</l></q><l n="251"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="252">ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος</l><l n="253">ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,</l><l n="254">ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν</l><l n="255">θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.</l><l n="256">τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι</l><l n="257">ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.</l><l n="258">κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,</l><l n="259">στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶ</l><l n="260">πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.</l><l n="261">τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν</l><l n="262">ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,</l><l n="263">ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις</l><l n="264">βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.</l><l n="265"><milestone ed="P" unit="para"/>ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων</l><l n="266">πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.</l><l n="267">ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι</l><l n="268">νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·</l><q><l n="269">ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις</l><l n="270">ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι</l><l n="271">ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·</l><l n="272">καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω</l><l n="273">τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,</l><l n="274">ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,</l><l n="275">αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς</l><l n="276">νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.</l><milestone ed="p" n="277" unit="card"/></q><l n="277"><milestone ed="P" unit="para"/>ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.</l><l n="278">τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ</l><l n="279">ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς</l><l n="280">νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·</l><l n="281">κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ</l></div></div></body></text></TEI>