<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><q><l n="231">Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·</l><l n="232">οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.</l><l n="233">εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,</l><l n="234">ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,</l><l n="235">ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι</l><l n="236">βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·</l><l n="237">τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις</l><l n="238">πείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζω</l><l n="239">εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="240">εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.</l><l n="241">ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,</l><l n="242">ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.</l><l n="243">εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.</l><l n="244">τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;</l><l n="245">εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες</l><l n="246">νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι·</l><l n="247">οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.</l><l n="248">εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλον</l><l n="249">παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,</l><l n="250">αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.</l></q><l n="251"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="252">ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος</l><l n="253">ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,</l><l n="254">ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν</l><l n="255">θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.</l><l n="256">τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι</l><l n="257">ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.</l><l n="258">κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,</l><l n="259">στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶ</l><l n="260">πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.</l><l n="261">τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν</l></div></div></body></text></TEI>