<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><q><l n="214">οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·</l><l n="215">νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="216">μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.</l><l n="217">ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε</l><l n="218">Τρωσὶν ὅδʼ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν</l><l n="219">αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων</l><l n="220">φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον</l><l n="221">ζωόν· ἄφαρ δʼ ἀφέηκε πάρος φίλα οἰκίʼ ἱκέσθαι,</l><l n="222">οὐδʼ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.</l><l n="223">ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν</l><l n="224">ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δʼ Ἀχαιοί,</l><l n="225">οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθʼ αὐτὰ κέλευθα·</l><l n="226">πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ</l><l n="227">χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.</l><l n="228">ὧδέ χʼ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ</l><l n="229">εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.</l></q><milestone ed="p" n="230" unit="card"/><l n="230"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="231">Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·</l><l n="232">οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.</l><l n="233">εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,</l><l n="234">ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,</l><l n="235">ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι</l><l n="236">βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·</l><l n="237">τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις</l><l n="238">πείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζω</l><l n="239">εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="240">εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.</l><l n="241">ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,</l><l n="242">ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.</l><l n="243">εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.</l><l n="244">τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;</l><l n="245">εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες</l><l n="246">νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι·</l><l n="247">οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.</l><l n="248">εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλον</l><l n="249">παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,</l><l n="250">αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.</l></q><l n="251"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="252">ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος</l><l n="253">ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,</l><l n="254">ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν</l><l n="255">θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.</l><l n="256">τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι</l><l n="257">ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.</l><l n="258">κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,</l><l n="259">στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶ</l><l n="260">πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.</l><l n="261">τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν</l><l n="262">ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,</l><l n="263">ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις</l><l n="264">βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.</l><l n="265"><milestone ed="P" unit="para"/>ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων</l><l n="266">πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.</l><l n="267">ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι</l><l n="268">νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·</l><q><l n="269">ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις</l><l n="270">ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι</l><l n="271">ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·</l><l n="272">καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω</l><l n="273">τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,</l><l n="274">ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,</l><l n="275">αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς</l><l n="276">νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.</l><milestone ed="p" n="277" unit="card"/></q><l n="277"><milestone ed="P" unit="para"/>ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.</l><l n="278">τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ</l><l n="279">ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς</l><l n="280">νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·</l><l n="281">κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ</l><l n="282">ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους</l><l n="283">καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,</l><l n="284">καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,</l><l n="285">κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα</l><l n="286">εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·</l><l n="287">ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,</l><l n="288">αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς,</l><l n="289">βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.</l><l n="290"><milestone ed="P" unit="para"/>οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ</l><l n="291">τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,</l><l n="292">εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς</l><l n="293">ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν.</l><l n="294">αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην</l><l n="295">καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς</l><l n="296">ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς</l><l n="297">χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.</l><l n="298">τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων</l><l n="299">βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς</l><l n="300">δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ</l><l n="301">μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·</l><l n="302">εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας</l><l n="303">σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,</l><l n="304">οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,</l><l n="305">ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς</l><l n="306">ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·</l><l n="307">ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε</l><l n="308">τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.</l><l n="309">αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο·</l><q><l n="310">Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα</l><l n="311">ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν</l><l n="312">ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,</l><l n="313">καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας</l><l n="314">καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;</l><l n="315">τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας</l><l n="316">ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,</l><l n="317">ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων·</l><q><l n="318">οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν</l><l n="319">ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα</l><l n="320">οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς</l><l n="321">ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.</l></q><l n="322">ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε</l><l n="323">αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε</l><l n="324">ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην</l><l n="325">οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·</l><l n="326">νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο</l><l n="327">μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι,</l><l n="328">ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.</l><milestone ed="p" n="329" unit="card"/></q><l n="329"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε·</l><l n="330">τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.</l><l n="331">τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς·</l><l n="332">τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.</l><l n="333">πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο</l><l n="334">ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·</l><l n="335">ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω</l><l n="336">ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα</l><l n="337">ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·</l><l n="338">τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε,</l><l n="339">βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν</l><l n="340">καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς</l><l n="341">ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.</l><l n="342">αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην·</l><q><l n="343">ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,</l><l n="344">ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων</l><l n="345">εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.</l><l n="346">ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ</l><l n="347">ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.</l><l n="348">εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,</l><l n="349">ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,</l><l n="350">καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.</l></q><l n="351"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,</l><l n="352">βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="353">στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·</l><q><l n="354">Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων</l><l n="355">ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς</l><l n="356">κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον</l><l n="357">ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων</l><l n="358">εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·</l><l n="359">ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ</l><l n="360">ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.</l><l n="361">εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,</l><l n="362">ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,</l><l n="363">καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.</l><milestone ed="p" n="364" unit="card"/></q><l n="364"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.</l><l n="365">αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="366">Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,</l><l n="367">ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·</l><l n="368">αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·</l><l n="369">αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.</l></q><l n="370"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,</l><l n="371">καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος·</l><l n="372">τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.</l><l n="373">εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο</l><l n="374">τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο,</l><l n="375">οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι</l><l n="376">ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·</l><l n="377">σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή.</l><l n="378"><milestone ed="P" unit="para"/>Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα</l><l n="379">Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον</l><l n="380">μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς</l><l n="381">κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα</l><l n="382">χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν,</l><l n="383">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας,</l><l n="384">θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε</l><l n="385">πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς</l><l n="386">κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.</l><l n="387">Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο</l><l n="388">ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,</l><l n="389">ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.</l><l n="390">ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν</l><l n="391">βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.</l><l n="392">Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος</l><l n="393">αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης,</l><l n="394">ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας</l><l n="395">νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ</l><l n="396">πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,</l><l n="397">Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν</l><l n="398">ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε</l><l n="399">τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.</l><milestone ed="p" n="400" unit="card"/><l n="400"><milestone ed="P" unit="para"/>τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ</l><l n="401">βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν</l><l n="402">ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε</l><l n="403">παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·</l><l n="404">Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ</l><l n="405">ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.</l><l n="406">χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν</l><l n="407">χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.</l><l n="408">κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·</l><q><l n="409">ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς;</l><l n="410">ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι</l><l n="411">μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·</l><l n="412">ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.</l></q><l n="413"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν</l><l n="414">μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.</l><l n="415">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας</l><l n="416">τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·</l><l n="417">οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο</l><l n="418">τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,</l><l n="419">οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο</l><l n="420">τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.</l><l n="421">ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον</l><l n="422">μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,</l><l n="423">ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,</l><l n="424">ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων</l><l n="425">δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας</l><l n="426">ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.</l><l n="427">πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,</l><l n="428">ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη</l><l n="429">μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.</l><l n="430">πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν</l><l n="431">ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.</l><l n="432">ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,</l><l n="433">ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,</l><l n="434">ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει</l><l n="435">ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·</l><l n="436">ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,</l><l n="437">πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε</l><l n="438">Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.</l><l n="439">ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·</l><q><l n="440">ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος</l><l n="441">Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.</l><milestone ed="p" n="442" unit="card"/></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον,</l><l n="443">ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα</l><l n="444">κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες,</l><l n="445">Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων</l><l n="446">ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν</l><l n="447">ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω</l><l n="448">ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν,</l><l n="449">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.</l><l n="450">τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.</l><l n="451">ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς</l><l n="452">χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,</l><l n="453">ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,</l><l n="454">αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας</l><l n="455">δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες</l><l n="456">εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.</l><l n="457">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας</l><l n="458">εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,</l><l n="459">ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω</l><l n="460">βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆες</l><l n="461">ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη</l><l n="462">λᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ</l><l n="463">νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ</l><l n="464">σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ</l><l n="465">δοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας</l><l n="466">νόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει.</l><l n="467">κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον</l><l n="468">τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο.</l><l n="469">αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς</l><l n="470">ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν</l><l n="471">νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.</l></div><div type="textpart" subtype="Book" n="13"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,</l><l n="2">τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν</l><l n="3">νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ</l><l n="4">νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν</l><l n="5">Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν</l><l n="6">γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.</l><l n="7">ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·</l><l n="8">οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν</l><l n="9">ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.</l><l n="10"><milestone ed="P" unit="para"/>οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·</l><l n="11">καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε</l><l n="12">ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης</l><l n="13">Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,</l><l n="14">φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.</l><l n="15">ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς</l><l n="16">Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.</l><l n="17"><milestone ed="P" unit="para"/>αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος</l><l n="18">κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη</l><l n="19">ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.</l><l n="20">τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ</l><l n="21">Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης</l><l n="22">χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.</l><l n="23">ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω</l><l n="24">ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,</l><l n="25">χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην</l><l n="26">χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,</l><l n="27">βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ</l><l n="28">πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·</l><l n="29">γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο</l><l n="30">ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων·</l><l n="31">τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.</l><milestone ed="p" n="32" unit="card"/><l n="32"><milestone ed="P" unit="para"/>ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης</l><l n="33">μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·</l><l n="34">ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων</l><l n="35">λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ</l><l n="36">ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας</l><l n="37">ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν</l><l n="38">νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.</l><l n="39"><milestone ed="P" unit="para"/>Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ</l><l n="40">Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο</l><l n="41">ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν</l><l n="42">αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους.</l><l n="43">ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος</l><l n="44">Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν</l><l n="45">εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·</l><l n="46">Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·</l><q><l n="47">Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν</l><l n="48">ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.</l><l n="49">ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους</l><l n="50">Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·</l><l n="51">ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·</l><l n="52">τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,</l><l n="53">ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει</l><l n="54">Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι.</l><l n="55">σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν</l><l n="56">αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·</l><l n="57">τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν</l><l n="58">ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.</l></q><milestone ed="p" n="59" unit="card"/><l n="59"><milestone ed="P" unit="para"/>ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος</l><l n="60">ἀμφοτέρω κεκοπὼς <!-- keko/pwn in 1920 reprint --> πλῆσεν μένεος κρατεροῖο,</l><l n="61">γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.</l><l n="62">αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,</l><l n="63">ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς</l><l n="64">ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,</l><l n="65">ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.</l><l n="66">τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,</l><l n="67">αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·</l><q><l n="68">Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι</l><l n="69">μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,</l><l n="70">οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·</l><l n="71">ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων</l><l n="72">ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·</l><l n="73">καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι</l><l n="74">μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,</l><l n="75">μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.</l></q><l n="76"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·</l><q><l n="77">οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι</l><l n="78">μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν</l><l n="79">ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος</l><l n="80">Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.</l><milestone ed="p" n="81" unit="card"/></q><l n="81"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον</l><l n="82">χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·</l><l n="83">τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,</l><l n="84">οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.</l><l n="85">τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,</l><l n="86">καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι</l><l n="87">Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.</l><l n="88">τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον·</l><l n="89">οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων</l><l n="90">ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.</l><l n="91">Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων</l><l n="92">Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε</l><l n="93">Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·</l><l n="94">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="95">αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε</l><l n="96">μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·</l><l n="97">εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,</l><l n="98">νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.</l><l n="99">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι</l><l n="100">δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον,</l><l n="101">Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ</l><l n="102">φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην</l><l n="103">θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται</l><l n="104">αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη·</l><l n="105">ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν</l><l n="106">μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν·</l><l n="107">νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται</l><l n="108">ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,</l><l n="109">οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι</l><l n="110">νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς.</l><l n="111">ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν</l><l n="112">ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="113">οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,</l><l n="114">ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.</l><l n="115">ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.</l><l n="116">ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς</l><l n="117">πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε</l><l n="118">ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη</l><l n="119">λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.</l><l n="120">ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον</l><l n="121">τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος</l><l n="122">αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.</l><l n="123">Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει</l><l n="124">καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.</l><milestone ed="p" n="125" unit="card"/></q><l n="125"><milestone ed="P" unit="para"/>ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.</l><l n="126">ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες</l><l n="127">καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν</l><l n="128">οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι</l><l n="129">κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,</l><l n="130">φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·</l><l n="131">ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·</l><l n="132">ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι</l><l n="133">νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·</l><l n="134">ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν</l><l n="135">σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.</l><l n="136"><milestone ed="P" unit="para"/>Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ</l><l n="137">ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,</l><l n="138">ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ</l><l n="139">ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·</l><l n="140">ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ</l><l n="141">ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται</l><l n="142">ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·</l><l n="143">ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης</l><l n="144">ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="145">κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι</l><l n="146">στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν</l><l n="147">νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν</l><l n="148">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><l n="149">ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·</l></div></div></body></text></TEI>