<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><l n="186">ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·</l><l n="187">αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.</l><l n="188">υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος</l><l n="189">Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.</l><l n="190">αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="191">Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου</l><l n="192">πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη·</l><l n="193">αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην</l><l n="194">πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.</l><milestone ed="p" n="195" unit="card"/><l n="195"><milestone ed="P" unit="para"/>ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα,</l><l n="196">τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,</l><l n="197">οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα</l><l n="198">τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,</l><l n="199">οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.</l><l n="200">ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν</l><l n="201">αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων</l><l n="202">φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον</l><l n="203">ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,</l><l n="204">κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν</l><l n="205">ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε</l><l n="206">ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ,</l><l n="207">αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.</l><l n="208">Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν</l><l n="209">κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.</l><l n="210">δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·</l><q><l n="211">Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν</l><l n="212">ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε</l><l n="213">δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ</l><l n="214">οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·</l><l n="215">νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="216">μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.</l><l n="217">ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε</l></q></div></div></body></text></TEI>