ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα· αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν. υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας. αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη· αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα, τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο, οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας, οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ. ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης, κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ, αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο. δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν· νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν. ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε